This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
ψήφισμα γὰρ ὑμῶν ποιησαμένων, ὃς ἂν μὴ πρὸ τῆς ἕνης καὶ νέας ἐπὶ χῶμα τὴν ναῦν περιορμίσῃ, δῆσαι καὶ δικαστηρίῳ παραδοῦναι, καὶ ταῦτα κυρωσάντων, ἐγὼ μὲν περιώρμισα καὶ στέφανον διὰ ταῦτα παρ᾽ ὑμῶν ἔλαβον, οὗτοι δ᾽ οὐδὲ καθείλκυσαν, ὥστ᾽ ἔνοχοι δεσμῷ γεγόνασιν. πῶς οὖν οὐκ ἀτοπώτατον ἂν διαπράξαισθ᾽ ἔργον, εἰ τοὺς καθ᾽ ἑαυτῶν ἐάσαντας τίμημα τοιοῦτον ἐπαχθῆναι, τούτους στεφανώσαντες ὑμεῖς φαίνοισθε;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.