This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[8]
ταῦτα δὲ ἐγὼ ἀκούων καὶ ἐλεήσας τοῦτον, καὶ ἅμα ὁρῶν κακῶς διακείμενον καὶ δεικνύοντα ἕλκη ἐν ταῖς κνήμαις ὑπὸ δεσμῶν, ὧν ἔτι τὰς οὐλὰς ἔχει, καὶ ἐὰν κελεύσητε αὐτὸν δεῖξαι, οὐ μὴ 'θελήσῃ, ἀπεκρινάμην αὐτῷ ὅτι καὶ ἐν τῷ ἔμπροσθεν χρόνῳ εἴην αὐτῷ φίλος ἀληθινός, καὶ νῦν ἐν τῇ συμφορᾷ βοηθήσοιμι αὐτῷ, καὶ τάς τε τριακοσίας, ἃς τῷ ἀδελφῷ αὐτοῦ ἔδωκα ἐφόδιον ὅτε ἐπορεύετο ἐπὶ τοῦτον, ἀφιείην αὐτῷ, χιλίας τε δραχμὰς ἔρανον αὐτῷ εἰς τὰ λύτρα εἰσοίσοιμι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.