This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[14]
καὶ ἐρεῖν ὡς εἰσὶν ἐν τῇ πόλει πολλοί, καλῶν κἀγαθῶν ἀνδρῶν υἱεῖς, οἳ παίζοντες οἷ᾽ ἄνθρωποι νέοι σφίσιν αὐτοῖς ἐπωνυμίας πεποίηνται, καὶ καλοῦσι τοὺς μὲν ἰθυφάλλους, τοὺς δ᾽ αὐτοληκύθους, ἐρῶσι δ᾽ ἐκ τούτων ἑταιρῶν τινές, καὶ δὴ καὶ τὸν υἱὸν τὸν ἑαυτοῦ εἶναι τούτων ἕνα, καὶ πολλάκις περὶ ἑταίρας καὶ εἰληφέναι καὶ δεδωκέναι πληγάς, καὶ ταῦτ᾽ εἶναι νέων ἀνθρώπων. ἡμᾶς δὲ πάντας τοὺς ἀδελφοὺς παροίνους μέν τινας καὶ ὑβριστὰς κατασκευάσει, ἀγνώμονας δὲ καὶ πικρούς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.