This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
ἐξῆλθον ἔτος τουτὶ τρίτον εἰς Πάνακτον φρουρᾶς ἡμῖν προγραφείσης. ἐσκήνωσαν οὖν οἱ υἱεῖς οἱ Κόνωνος τουτουὶ ἐγγὺς ἡμῶν, ὡς οὐκ ἂν ἐβουλόμην: ἡ γὰρ ἐξ ἀρχῆς ἔχθρα καὶ τὰ προσκρούματ᾽ ἐκεῖθεν ἡμῖν συνέβη: ἐξ ὧν δέ, ἀκούσεσθε. ἔπινον ἑκάστοθ᾽ οὗτοι τὴν ἡμέραν, ἐπειδὴ τάχιστ᾽ ἀριστήσαιεν, ὅλην, καὶ τοῦθ᾽, ἕως περ ἦμεν ἐν τῇ φρουρᾷ, διετέλουν ποιοῦντες. ἡμεῖς δ᾽ ὥσπερ ἐνθάδ᾽ εἰώθειμεν, οὕτω διήγομεν καὶ ἔξω.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.