This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[27]
ἃ μὲν οὖν κοινῇ πᾶσιν ὑπῆρχεν τοῖσδε τοῖς ἀνδράσιν εἰς τὸ καλῶς ἐθέλειν ἀποθνῄσκειν, εἴρηται, γένος, παιδεία, χρηστῶν ἐπιτηδευμάτων συνήθεια, τῆς ὅλης πολιτείας ὑπόθεσις: ἃ δὲ κατὰ φυλὰς παρεκάλεσεν ἑκάστους εὐρώστους εἶναι, ταῦτ᾽ ἤδη λέξω. ᾔδεσαν πάντες Ἐρεχθεῖδαι τὸν ἐπώνυμον τὸν αὑτῶν Ἐρεχθέα, ἕνεκα τοῦ σῷσαι τὴν χώραν τὰς αὑτοῦ παῖδας, ἃς Ὑακινθίδας καλοῦσιν, εἰς προῦπτον θάνατον δόντ᾽ ἀναλῶσαι. αἰσχρὸν οὖν ἡγοῦντο τὸν μὲν ἀπ᾽ ἀθανάτων πεφυκότα πάντα ποιεῖν ἕνεκα τοῦ τὴν πατρίδ᾽ ἐλευθερῶσαι, αὐτοὶ δὲ φανῆναι θνητὸν σῶμα ποιούμενοι περὶ πλείονος ἢ δόξαν ἀθάνατον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.