previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

μὲν εἰωθυῖα πάντα τὸν χρόνον βλάπτειν, ἄνδρες Ἀθηναῖοι, τὴν πόλιν λοιδορία καὶ ταραχὴ καὶ νυνὶ γέγονε παρὰ τῶν αὐτῶν ὧνπερ ἀεί. ἄξιον δ᾽ οὐχ οὕτω τούτοις ἐπιτιμῆσαιἴσως γὰρ ὀργῇ καὶ φιλονικίᾳ ταῦτα πράττουσι, καὶ τὸ μέγιστον ἁπάντων, ὅτι συμφέρει ταῦτα ποιεῖν αὐτοῖςἀλλ᾽ ὑμῖν, εἰ περὶ κοινῶν, ἄνδρες Ἀθηναῖοι, πραγμάτων καὶ μεγάλων συνειλεγμένοι τὰς ἰδίας λοιδορίας ἀκροώμενοι κάθησθε, καὶ οὐ δύνασθε πρὸς ὑμᾶς αὐτοὺς λογίσασθαι τοῦθ᾽, ὅτι αἱ τῶν ῥητόρων ἁπάντων ἄνευ κρίσεως πρὸς ἀλλήλους λοιδορίαι, ὧν ἂν ἀλλήλους ἐξελέγξωσιν, ὑμᾶς τὰς εὐθύνας διδόναι ποιοῦσιν. [2] πλὴν γὰρ ὀλίγων ἴσως, ἵνα μὴ πάντας εἴπω, οὐδεὶς αὐτῶν ἅτερος θατέρῳ λοιδορεῖται, ἵνα βέλτιόν τι τῶν ὑμετέρων γίγνηταιπολλοῦ γε καὶ δεῖ), ἀλλ᾽ ἵνα, τὸν δεῖνά φησι ποιοῦντα [ἂν δέῃ] δεινότατ᾽ ἀνθρώπων ποιεῖν, ταῦτ᾽ αὐτὸς μετὰ πλείονος ἡσυχίας διαπράττηται. [3] ὅτι δ᾽ οὕτω ταῦτ᾽ ἔχει, μὴ ἐμοὶ πιστεύσητε, ἀλλ᾽ ἐν βραχεῖ λογίσασθε. ἔστιν ὅπου τις ἀναστὰς εἶπεν παρ᾽ ὑμῖν πώποτεβουλόμενός τι λαβεῖν τῶν ὑμετέρων παρελήλυθ᾽, ἄνδρες Ἀθηναῖοι, οὐχ ὑπὲρ ὑμῶν; οὐδεὶς δήπου, ἀλλ᾽ ὑπὲρ ὑμῶν καὶ δι᾽ ὑμᾶς, καὶ τοιαύτας προφάσεις λέγουσιν. φέρε δὴ σκέψασθε, τί δή ποτ᾽, ἄνδρες Ἀθηναῖοι, ὑπὲρ ὧν ἅπαντες λέγουσιν, οὐδὲν βέλτιον τοῖς ὅλοις νῦν πρότερον πράττετε, οὗτοι δ᾽ οἱ πάνθ᾽ ὑπὲρ ὑμῶν, ὑπὲρ αὑτῶν δ᾽ οὐδεὶς οὐδὲν πώποτ᾽ εἰρηκώς, ἐκ πτωχῶν πλούσιοι γεγόνασιν; ὅτι φασὶν μέν, ἄνδρες Ἀθηναῖοι, φιλεῖν ὑμᾶς, φιλοῦσι δ᾽ οὐχ ὑμᾶς ἀλλ᾽ αὑτούς. [4] καὶ γελάσαι καὶ θορυβῆσαι καί ποτ᾽ ἐλπίσαι μετέδωκαν ὑμῖν, λαβεῖν δ᾽ κτήσασθαι τῇ πόλει κυρίως ἀγαθὸν οὐδὲν ἂν βούλοιντο. γὰρ ἂν ἡμέρᾳ τῆς λίαν ἀρρωστίας ἀπαλλαγῆτε, ταύτῃ τούτους οὐδ᾽ ὁρῶντες ἀνέξεσθε. νῦν δὲ δραχμῇ καὶ χοῒ καὶ τέτταρσιν ὀβολοῖς ὥσπερ ἀσθενοῦντα τὸν δῆμον διάγουσιν, ὁμοιότατ᾽, ἄνδρες Ἀθηναῖοι, τοῖς παρὰ τῶν ἰατρῶν σιτίοις διδόντες ὑμῖν. καὶ γὰρ ἐκεῖν᾽ οὔτ᾽ ἰσχὺν ἐντίθησιν οὔτ᾽ ἀποθνῄσκειν ἐᾷ, καὶ ταῦτ᾽ οὔτ᾽ ἀπογνόντας ἄλλο τι μεῖζον πράττειν ἐᾷ, οὔτ᾽ αὔτ᾽ ἐξαρκεῖν δύναται.

load focus English (Norman W. DeWitt, Norman J. DeWitt)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: