This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[20]
τίς γὰρ ἂν γένοιτο ταύτης μανία μείζων, ἢ τότε μὲν ὅτε Δεινίᾳ διάφορος ὢν ἔτυχεν, ἡμᾶς κακῶς ποιεῖν τε καὶ διατίθεσθαι τοιαύτας διαθήκας, ἐξ ὧν οὐκ ἐκεῖνον ἐτιμωρεῖτο ἀλλὰ τοὺς οἰκειοτάτους ἠδίκει: νυνὶ δὲ χρώμενος ἡμῖν καὶ περὶ πλείστου ποιούμενος ἁπάντων, μόνους ἐβουλήθη τοὺς ἀδελφιδοῦς, ὡς οὗτοί φασιν, ἀκλήρους ποιῆσαι τῶν ἑαυτοῦ. καὶ τίς ἂν εὖ φρονῶν, ὦ ἄνδρες, τοιαῦτα περὶ τῶν αὑτοῦ βουλεύσαιτο;