Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Δικαιόπολις
Ἡράκλεις τουτὶ τί ἐστι; τὴν χύτραν συντρίψετε. Χορός
285σὲ μὲν οὖν καταλεύσομεν ὦ μιαρὰ κεφαλή. Δικαιόπολις
ἀντὶ ποίας αἰτίας ὦχαρνέων γεραίτατοι; Χορός
τοῦτ᾽ ἐρωτᾷς; ἀναίσχυντος εἶ καὶ βδελυρὸς
290ὦ προδότα τῆς πατρίδος, ὅστις ἡμῶν μόνος
σπεισάμενος εἶτα δύνασαι πρὸς ἔμ᾽ ἀποβλέπειν. Δικαιόπολις
ἀντὶ δ᾽ ὧν ἐσπεισάμην οὐκ ἴστε. μἀλλα᾽ ἀκούσατε. Χορός
295σοῦ γ᾽ ἀκούσωμεν; ἀπολεῖ: κατά σε χώσομεν τοῖς λίθοις. Δικαιόπολις
μηδαμῶς πρὶν ἄν γ᾽ ἀκούσητ᾽: ἀλλ᾽ ἀνάσχεσθ᾽ ὦγαθοί. Χορός
οὐκ ἀνασχήσομαι: μηδὲ λέγε μοι σὺ λόγον:
300ὡς μεμίσηκά σε Κλέωνος ἔτι μᾶλλον, ὃν ἐγὼ
κατατεμῶ ποθ᾽ ἱππεῦσι καττύματα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.