Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
595ἃ ξύνισμεν τοῖσιν ἵπποις, βουλόμεσθ᾽ ἐπαινέσαι.
ἄξιοι δ᾽ εἴσ᾽ εὐλογεῖσθαι: πολλὰ γὰρ δὴ πάγματα
ξυνδιήνεγκαν μεθ᾽ ἡμῶν, ἐσβολάς τε καὶ μάχας.
ἀλλὰ τἀν τῇ μὲν αὐτῶν οὐκ ἄγαν θαυμάζομεν,
ὡς ὅτ᾽ ἐς τὰς ἱππαγωγοὺς εἰσεπήδων ἀνδρικῶς,
600πριάμενοι κώθωνας, οἱ δὲ καὶ σκόροδα καὶ κρόμμυα:
εἶτα τὰς κώπας λαβόντες ὥσπερ ἡμεῖς οἱ βροτοὶ
ἐμβαλόντες ἀνεβρύαξαν, ‘ἱππαπαῖ, τίς ἐμβαλεῖ;
ληπτέον μᾶλλον. τί δρῶμεν; οὐκ ἐλᾷς ὦ σαμφόρα;’
ἐξεπήδων τ᾽ ἐς Κόρινθον: εἶτα δ᾽ οἱ νεώτεροι
605ταῖς ὁπλαῖς ὤρυττον εὐνὰς καὶ μετῇσαν στρώματα:
ἤσθιον δὲ τοὺς παγούρους ἀντὶ ποίας Μηδικῆς,
εἴ τις ἐξέρποι θύραζε κἀκ βυθοῦ θηρώμενοι:
ὥστ᾽ ἔφη Θέωρος εἰπεῖν καρκίνον Κορίνθιον,
‘δεινά γ᾽ ὦ Πόσειδον εἰ μήτ᾽ ἐν βυθῷ δυνήσομαι
610μήτε γῇ μήτ᾽ ἐν θαλάττῃ διαφυγεῖν τοὺς ἱππέας.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.