Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἄδικος Λόγος
1000εἰ ταῦτ᾽ ὦ μειράκιον πείσει τούτῳ, νὴ τὸν Διόνυσον
τοῖς Ἱπποκράτους υἱέσιν εἴξεις καὶ σε καλοῦσι βλιτομάμμαν. Δίκαιος Λόγος
ἀλλ᾽ οὖν λιπαρός γε καὶ εὐανθὴς ἐν γυμνασίοις διατρίψεις,
οὐ στωμύλλων κατὰ τὴν ἀγορὰν τριβολεκτράπελ᾽ οἷάπερ οἱ νῦν,
οὐδ᾽ ἑλκόμενος περὶ πραγματίου γλισχραντιλογεξεπιτρίπτου:
1005ἀλλ᾽ εἰς Ἀκαδήμειαν κατιὼν ὑπὸ ταῖς μορίαις ἀποθρέξει
στεφανωσάμενος καλάμῳ λευκῷ μετὰ σώφρονος ἡλικιώτου,
μίλακος ὄζων καὶ ἀπραγμοσύνης καὶ λεύκης φυλλοβολούσης,
ἦρος ἐν ὥρᾳ χαίρων, ὁπόταν πλάτανος πτελέᾳ ψιθυρίζῃ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.