previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Στρεψιάδης

ἰοὺ ἰού.
γείτονες καὶ ξυγγενεῖς καὶ δημόται,
ἀμυνάθετέ μοι τυπτομένῳ πάσῃ τέχνῃ.
οἴμοι κακοδαίμων τῆς κεφαλῆς καὶ τῆς γνάθου.
1325 μιαρὲ τύπτεις τὸν πατέρα;

Φειδιππίδης
φήμ᾽ πάτερ.

Στρεψιάδης

ὁρᾶθ᾽ ὁμολογοῦνθ᾽ ὅτι με τύπτει.

Φειδιππίδης
καὶ μάλα.

Στρεψιάδης

μιαρὲ καὶ πατραλοῖα καὶ τοιχωρύχε.

Φειδιππίδης

αὖθίς με ταὐτὰ ταῦτα καὶ πλείω λέγε.
ἆρ᾽ οἶσθ᾽ ὅτι χαίρω πόλλ᾽ ἀκούων καὶ κακά;

Στρεψιάδης

1330 λακκόπρωκτε.

Φειδιππίδης
πάττε πολλοῖς τοῖς ῥόδοις.

Στρεψιάδης

τὸν πατέρα τύπτεις;

Φειδιππίδης
κἀποφανῶ γε νὴ Δία
ὡς ἐν δίκῃ σ᾽ ἔτυπτον.

Στρεψιάδης
μιαρώτατε,
καὶ πῶς γένοιτ᾽ ἂν πατέρα τύπτειν ἐν δίκῃ;

Φειδιππίδης

ἔγωγ᾽ ἀποδείξω καί σε νικήσω λέγων.

Στρεψιάδης

1335τουτὶ σὺ νικήσεις;

Φειδιππίδης
πολύ γε καὶ ῥᾳδίως.
ἑλοῦ δ᾽ ὁπότερον τοῖν λόγοιν βούλει λέγειν.

Στρεψιάδης

ποίοιν λόγοιν;

Φειδιππίδης
τὸν κρείττον᾽ τὸν ἥττονα.

Στρεψιάδης

ἐδιδαξάμην μέντοι σε νὴ Δί᾽ μέλε
τοῖσιν δικαίοις ἀντιλέγειν, εἰ ταῦτά γε
1340μέλλεις ἀναπείσειν, ὡς δίκαιον καὶ καλὸν
τὸν πατέρα τύπτεσθ᾽ ἐστὶν ὑπὸ τῶν υἱέων.

Φειδιππίδης

ἀλλ᾽ οἴομαι μέντοι σ᾽ ἀναπείσειν, ὥστε γε
οὐδ᾽ αὐτὸς ἀκροασάμενος οὐδὲν ἀντερεῖς.

Στρεψιάδης

καὶ μὴν τι καὶ λέξεις ἀκοῦσαι βούλομαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: