Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
λῆμα μὲν πάρεστι τῷδέ γ᾽
οὐκ ἄτολμον ἀλλ᾽ ἕτοιμον. ἴσθι δ᾽ ὡς
460ταῦτα μαθὼν παρ᾽ ἐμοῦ κλέος οὐρανόμηκες
ἐν βροτοῖσιν ἕξεις. Στρεψιάδης
τί πείσομαι; Χορός
τὸν πάντα χρόνον μετ᾽ ἐμοῦ
465ζηλωτότατον βίον ἀνθρώπων διάξεις. Στρεψιάδης
ἆρά γε τοῦτ᾽ ἄρ᾽ ἐγώ ποτ᾽
ὄψομαι; Χορός
ὥστε γέ σου πολλοὺς ἐπὶ ταῖσι θύραις ἀεὶ καθῆσθαι,
470βουλομένους ἀνακοινοῦσθαί τε καὶ ἐς λόγον ἐλθεῖν
πράγματα κἀντιγραφὰς πολλῶν ταλάντων,
475ἄξια σῇ φρενὶ συμβουλευσομένους μετὰ σοῦ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.