This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐμοὶ δέ, ἄνδρες Ἀθηναῖοι, συμβέβηκε τῆς Δημοσθένους ἀκούοντι κατηγορίας μήτε δεῖσαι πώποθ᾽ οὕτως ὡς ἐν τῇδε τῇ ἡμέρᾳ, μήτ᾽ ἀγανακτῆσαι μᾶλλον ἢ νῦν, μήτ᾽ εἰς ὑπερβολὴν ὁμοίως ἡσθῆναι. ἐφοβήθην μὲν γάρ, καὶ ἔτι καὶ νῦν τεθορύβημαι, μή τινες ὑμῶν ἀγνοήσωσί με ψυχαγωγηθέντες τοῖς ἐπιβεβουλευμένοις καὶ κακοήθεσι τούτοις ἀντιθέτοις: ἐξέστην δ᾽ ἐμαυτοῦ καὶ τὴν αἰτίαν βαρέως ἤνεγκα, ὅθ᾽ ὕβριν καὶ παροινίαν εἰς γυναῖκα ἐλευθέραν καὶ τὸ γένος Ὀλυνθίαν κατηγόρει: ἥσθην δέ, ὅτ᾽ αὐτὸν ἐπὶ τῆς αἰτίας ὄντα ταύτης ἐξεβάλλετε, καὶ τῶν σεσωφρονημένων ἐν τῷ βίῳ μοι χάριν ἀπειληφέναι νομίζω.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.