This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[14]
ὑπερῷόν τι ἦν τῆς ἡμετέρας οἰκίας, ὃ εἶχε Φιλόνεως ὁπότ᾽ ἐν ἄστει διατρίβοι, ἀνὴρ καλός τε κἀγαθὸς καὶ φίλος τῷ ἡμετέρῳ πατρί: καὶ ἦν αὐτῷ παλλακή, ἣν ὁ Φιλόνεως ἐπὶ πορνεῖον ἔμελλε καταστῆσαι. ταύτην οὖν [πυθομένη]1 ἡ μήτηρ τοῦ ἀδελφοῦ ἐποιήσατο φίλην.