previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

11.

Ἔστιν δὲ πίστις ἐλπιζομένων ὑπόστασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων: [2] ἐν ταύτῃ γὰρ ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι. [3] Πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι θεοῦ, εἰς τὸ μὴ ἐκ φαινομένων τὸ βλεπόμενον γεγονέναι. [4] Πίστει πλείονα θυσίαν Ἅβελ παρὰ Καὶν προσήνεγκεν τῷ θεῷ, δι᾽ ἧς ἐμαρτυρήθη εἶναι δίκαιος, μαρτυροῦντοςἐπὶ τοῖς δώροις αὐτοῦ τοῦ θεοῦ,” καὶ δι᾽ αὐτῆς ἀποθανὼν ἔτι λαλεῖ. [5] Πίστει Ἑνὼχ μετετέθη τοῦ μὴ ἰδεῖν θάνατον, καὶοὐχ ηὑρίσκετο διότι μετέθηκεν αὐτὸν θεός:” πρὸ γὰρ τῆς μεταθέσεως μεμαρτύρηταιεὐαρεστηκέναι τῷ θεῷ,” [6] χωρὶς δὲ πίστεως ἀδύνατονεὐαρεστῆσαι,” πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον [τῷ] θεῷ ὅτι ἔστιν καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται. [7] Πίστει χρηματισθεὶς Νῶε περὶ τῶν μηδέπω βλεπομένων εὐλαβηθεὶς κατεσκεύασεν κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ, δι᾽ ἧς κατέκρινεν τὸν κόσμον, καὶ τῆς κατὰ πίστιν δικαιοσύνης ἐγένετο κληρονόμος. [8] Πίστει καλούμενος Ἀβραὰμ ὑπήκουσενἐξελθεῖνεἰς τόπον ὃν ἤμελλεν λαμβάνειν εἰς κληρονομίαν, καὶἐξῆλθενμὴ ἐπιστάμενος ποῦ ἔρχεται. [9] Πίστειπαρῴκησενεἰς γῆν τῆς ἐπαγγελίας ὡς ἀλλοτρίαν, ἐν σκηναῖς κατοικήσας μετὰ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν συνκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς: [10] ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς θεός. [11] Πίστει καὶ αὐτὴ Σάρρα δύναμιν εἰς καταβολὴν σπέρματος ἔλαβεν καὶ παρὰ καιρὸν ἡλικίας, ἐπεὶ πιστὸν ἡγήσατο τὸν ἐπαγγειλάμενον: [12] διὸ καὶ ἀφ᾽ ἑνὸς ἐγεννήθησαν, καὶ ταῦτα νενεκρωμένου, “καθὼς τὰ ἄστρα τοῦ οὐρανοῦτῷ πλήθεικαὶ ὡς ἄμμος παρὰ τὸ” “χεῖλος τῆς θαλάσσης ἀναρίθμητος. [13] Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες, μὴ κομισάμενοι τὰς ἐπαγγελίας, ἀλλὰ πόρρωθεν αὐτὰς ἰδόντες καὶ ἀσπασάμενοι, καὶ ὁμολογήσαντες ὅτιξένοι καὶ παρεπίδημοίεἰσινἐπὶ τῆς γῆς:” [14] οἱ γὰρ τοιαῦτα λέγοντες ἐμφανίζουσιν ὅτι πατρίδα ἐπιζητοῦσιν. [15] καὶ εἰ μὲν ἐκείνης ἐμνημόνευον ἀφ᾽ ἧς ἐξέβησαν, εἶχον ἂν καιρὸν ἀνακάμψαι: [16] νῦν δὲ κρείττονος ὀρέγονται, τοῦτ᾽ ἔστιν ἐπουρανίου. διὸ οὐκ ἐπαισχύνεται αὐτοὺς θεὸς θεὸς ἐπικαλεῖσθαι αὐτῶν, ἡτοίμασεν γὰρ αὐτοῖς πόλιν. [17] Πίστειπροσενήνοχεν Ἀβραὰμ τὸν Ἰσαὰκ πειραζόμενος,” καὶ τὸν μονογενῆ προσέφερεν τὰς ἐπαγγελίας ἀναδεξάμενος, πρὸς ὃν ἐλαλήθη ὅτι[18] Ἐν Ἰξαὰκ κληθήσεταί σοι ξπέρμα,” [19] λογισάμενος ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς θεός: ὅθεν αὐτὸν καὶ ἐν παραβολῇ ἐκομίσατο. [20] Πίστει καὶ περὶ μελλόντων εὐλόγησεν Ἰσαὰκ τὸν Ἰακὼβ καὶ τὸν Ἠσαῦ. [21] Πίστει Ἰακὼβ ἀποθνήσκων ἕκαστον τῶν υἱῶν Ἰωσὴφ εὐλόγησεν, καὶπροσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ.” [22] Πίστει Ἰωσὴφ τελευτῶν περὶ τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἐμνημόνευσεν, καὶ περὶ τῶν ὀστέων αὐτοῦ ἐνετείλατο. [23] Πίστει Μωυσῆς γεννηθεὶςἐκρύβη τρίμηνονὑπὸ τῶν πατέρων αὐτοῦ, διότιεἶδον ἀστεῖοντὸ παιδίον καὶ οὐκ ἐφοβή θησαν τὸ διάταγμα τοῦ βασιλέως. [24] ΠίστειΜωυσῆς μέγας γενόμενοςἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ, [25] μᾶλλον ἑλόμενος συνκακουχεῖσθαι τῷ λαῷ τοῦ θεοῦ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν, [26] μείζονα πλοῦτον ἡγησάμενος τῶν Αἰγύπτου θησαυρῶντὸν ὀνειδισμὸν τοῦ χριστοῦ,” ἀπέβλεπεν γὰρ εἰς τὴν μισθαποδοσίαν. [27] Πίστει κατέλιπεν Αἴγυπτον, μὴ φοβηθεὶς τὸν θυμὸν τοῦ βασιλέως, τὸν γὰρ ἀόρατον ὡς ὁρῶν ἐκαρτέρησεν. [28] Πίστει πεποίηκεντὸ πάσχακαὶ τὴν πρόσχυσιντοῦ αἵματος,” ἵνα μὴ ὀλοθρεύωντὰ πρωτότοκα θίγῃ αὐτῶν. [29] Πίστει διέβησαν τὴν Ἐρυθρὰν Θάλασσαν ὡς διὰ ξηρᾶς γῆς, ἧς πεῖραν λαβόντες οἱ Αἰγύπτιοι κατεπόθησαν. [30] Πίστει τὰ τείχη Ἰερειχὼ ἔπεσαν κυκλωθέντα ἐπὶ ἑπτὰ ἡμέρας. [31] Πίστει Ῥαὰβ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασιν, δεξαμένη τοὺς κατασκόπους μετ᾽ εἰρήνης. [32] Καὶ τί ἔτι λέγω; ἐπιλείψει με γὰρ διηγούμενον χρόνος περὶ Γεδεών, Βαράκ, Σαμψών, Ἰεφθάε, Δαυείδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν, [33] οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, ἠργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, [34] ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρης, ἐδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων: [35] ἔλαβονγυναῖκεςἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν: ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν: [36] ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς: [37] ἐλιθάσθησαν, ἐπειράσθησαν, ἐπρίσθησαν, ἐν φόνῳ μαχαίρης ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγίοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, [38] ὧν οὐκ ἦν ἄξιος κόσμος ἐπὶ ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. [39] Καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, [40] τοῦ θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Latin (Saint Jerome, Bible Foundation and On-Line Book Initiative)
load focus English (Rainbow Missions, Inc., Rainbow Missions, Inc.; revision of the American Standard Version of 1901)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: