This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἁ μεγάλα μοι Κύπρις ἔθ̓ ὑπνώοντι παρέστα,
νηπίαχον τὸν Ἔρωτα καλᾶς ἐκ χειρὸς ἄγοισα
ἐς χθόνα νευστάζοντα, τόσον δέ μοι ἔφρασε μῦθον:
‘μέλπειν μοι φίλε βοῦτα λαβὼν τὸν Ἔρωτα δίδασκε.’
5ὣς λέγε: χἂ μὲν ἀπῆνθεν, ἐγὼ δ̓ ὅσα βουκολίασδον,
νήπιος ὡς ἐθέλοντα μαθεῖν τὸν Ἔρωτα δίδασκον,
ὡς εὗρε πλαγίαυλον ὁ Πάν, ὡς αὐλὸν Ἀθάνα,
ὡς χέλυν Ἑρμάων, κίθαριν ὡς ἁδὺς Ἀπόλλων. [p. 408]
ταῦτά νιν ἐξεδίδασκον: ὃ δ̓ οὐκ ἐμπάζετο μύθων,
10ἀλλά μοι αὐτὸς ἄειδεν ἐρωτύλα, καί μ̓ ἐδίδασκε
θνατῶν ἀθανάτων τε πόθως καὶ ματέρος ἔργα.
κἠγὼν ἐκλαθόμαν μὲν ὅσων τὸν Ἔρωτ̓ ἐδίδασκον,
ὅσσα δ̓ Ἔρως μ̓ ἐδίδαξεν ἐρωτύλα πάντ̓ ἐδιδάχθην.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.