previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


κατὰ δὲ τὴν Ἀσίαν Ἀντίγονος μὲν χειμάζων ἐν Γαδαμάλοις τῆς Μηδίας καὶ θεωρῶν τὴν ἑαυτοῦ δύναμιν ἀσθενεστέραν οὖσαν τῆς τῶν πολεμίων ἔσπευδεν ἀνελπίστως αὐτοῖς ἐπιθέσθαι καὶ καταστρατηγῆσαι. ἐτύγχανον δ᾽ οὗτοι τὴν χειμασίαν ἔχοντες ἐν πολλοῖς μέρεσι διεζευγμένην, ὥστ᾽ ἐνίους ἀπ᾽ ἀλλήλων ἀπέχειν ὁδὸν ἡμερῶν ἕξ. [2] τὸ μὲν οὖν διὰ τῆς οἰκουμένης χώρας ὁδοιπορεῖν ἀπεδοκίμασε διὰ τὸ καὶ μακρὰν εἶναι καὶ τοῖς πολεμίοις εὐθεώρητον, τὸ δὲ τολμῆσαι διὰ τῆς [p. 62] ἐρήμου καὶ ἀνύδρου προάγειν ἐπίπονον μὲν ἔκρινεν, εἰς δὲ τὴν βεβουλευμένην ἐπιβολὴν χρησιμώτατον: οὐ μόνον γὰρ διὰ ταύτης συντόμως ἦν ἐλθεῖν, ἀλλὰ καὶ ῥᾳδίως λαθεῖν ἀπροσδοκήτως ἐπιπεσόντα τοῖς διὰ τὴν ἄγνοιαν διερριμμένοις κατὰ κώμας καὶ ῥᾳθυμοῦσι. [3] ταῦτα δὲ διανοηθεὶς τοῖς μὲν στρατιώταις παρήγγειλεν ἑτοίμους εἶναι πρὸς ἀνάζευξιν καὶ παρασκευάσασθαι δέχ᾽ ἡμερῶν ἄπυρα σιτία, αὐτὸς δὲ δια δοὺς λόγον ἐπ᾽ Ἀρμενίας προάξειν ἄφνω παρὰ τὴν πάντων ὑπόληψιν ὥρμησε διὰ τῆς ἐρήμου, τῆς ὥρας οὔσης περὶ χειμερινὰς τροπάς. [4] κατὰ δὲ τὰς στρατοπεδείας παρήγγειλε τῆς ἡμέρας μὲν τὰ πυρὰ κάειν, τῆς δὲ νυκτὸς κατασβεννύναι τελέως, ὅπως μή τινες ἐκ τῶν μετεώρων κατανοήσαντες ἀπαγγείλωσι τὸ γινόμενον τοῖς πολεμίοις: [5] ἦν γὰρ μὲν ἔρημος πᾶσα σχεδὸν πεδιάς, περιείχετο δὲ ὑπὸ λόφων ὑψηλῶν, ἀφ᾽ ὧν ῥᾴδιον ἦν ἐκ πολλοῦ διαστήματος συνορᾶν τὴν αὐγὴν τοῦ πυρός. ἐπιπόνως δὲ τῆς δυνάμεως πένθ᾽ ἡμέρας ὁδοιπορούσης οἱ μὲν στρατιῶται διά τε τὸ ψῦχος καὶ τὰς ἀναγκαίας χρείας ἔκαον πῦρ μεθ᾽ ἡμέραν τε καὶ νύκτωρ ἐν ταῖς στρατοπεδείαις. [6] δὴ συνιδόντες τινὲς τῶν παρὰ τὴν ἔρημον οἰκούντων ἔπεμψαν τοὺς ἀπαγγελοῦντας αὐθημερὸν τοῖς περὶ Εὐμενῆ καὶ Πευκέστην, δόντες δρομάδας καμήλους: διατείνει γὰρ τὸ ζῷον τοῦτο σταδίους οὐ πολὺ ἐλάττους χιλίων πεντακοσίων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: