previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἀντίγονος μὲν οὖν τοὺς ἱππεῖς ἐπὶ τὰ κέρατα διελόμενος τὸ μὲν εὐώνυμον μέρος Πίθωνι παρέδωκε, [p. 66] τὸ δὲ δεξιὸν τῷ υἱῷ Δημητρίῳ, μεθ᾽ οὗ καὶ αὐτὸς διαγωνίζεσθαι διεγνώκει: τοὺς δὲ πεζοὺς εἰς μέσον καταστήσας παρέταξε παρ᾽ ὅλην τὴν δύναμιν τοὺς ἐλέφαντας, πληρώσας τὰ διαστήματα τοῖς ψιλικοῖς τάγμασιν. δὲ πᾶς ἀριθμὸς ἦν αὐτοῦ τῆς δυνάμεως πεζοὶ μὲν δισμύριοι δισχίλιοι, ἱππεῖς δ᾽ ἐννακισχίλιοι σὺν τοῖς ἐκ Μηδίας προσκαταγραφεῖσι, θηρία δὲ ἑξήκοντα καὶ πέντε. [2] δ᾽ Εὐμενὴς πυθόμενος τὸν Ἀντίγονον ἐπὶ τοῦ δεξιοῦ κέρατος τετάχθαι μετὰ τῶν ἀρίστων ἱππέων, καὶ αὐτὸς ἀντετάξατο, ἐπὶ τὸ λαιὸν κέρας ἐπιστήσας τοὺς ἀρίστους: καὶ γὰρ τῶν σατραπῶν τοὺς πλείστους ἐνταῦθα κατέστησεν μετὰ τῶν συναγωνιζομένων αὐτοῖς ἱππέων ἐπιλέκτων καὶ αὐτὸς μετὰ τούτων ἔμελλε κινδυνεύειν: συνῆν δ᾽ αὐτοῖς καὶ Μιθριδάτης Ἀριοβαρζάνου μὲν υἱός, ἀπόγονος δ᾽ ἑνὸς τῶν ἑπτὰ Περσῶν τῶν συγκαθελόντων τὸν μάγον Σμέρδιν, ἀνὴρ ἀνδρείᾳ διαφέρων καὶ τεθραμμένος ἐκ παιδὸς στρατιωτικῶς. [3] πρὸ δὲ τοῦ κέρατος παντὸς ἔταξεν ἐν ἐπικαμπίῳ τοὺς κρατίστους τῶν ἐλεφάντων ἑξήκοντα καὶ τὰ διαστήματα τοῖς ψιλοῖς διέλαβε τάγμασι. τῶν δὲ πεζῶν πρώτους μὲν ἔταξε τοὺς ὑπασπιστάς, εἶτα τοὺς ἀργυράσπιδας, ἐπὶ πᾶσι δὲ τοὺς ξένους καὶ τῶν ἄλλων τοὺς εἰς τὰ Μακεδονικὰ καθωπλισμένους, καὶ πρὸ τούτων ἐλέφαντας καὶ τῶν ψιλῶν τοὺς ἱκανούς. [4] ἐπὶ δὲ τὸ δεξιὸν κέρας τάξας τῶν ἱππέων καὶ τῶν ἐλεφάντων τοὺς ἀσθενεστέρους ἀπέδειξεν ἡγεμόνα τῶν [p. 67] πάντων Φίλιππον: τούτῳ δὲ διεκελεύσατο φυγομαχεῖν καὶ τὴν ἀπὸ θατέρου μέρους κρίσιν ἀποθεωρεῖν. οἱ δὲ σύμπαντες ἦσαν μετ᾽ Εὐμενοῦς κατὰ τοῦτον τὸν καιρὸν πεζοὶ μὲν τρισμύριοι ἑξακισχίλιοι ἑπτακόσιοι, ἱππεῖς δὲ ἑξακισχίλιοι, ἐλέφαντες δὲ ἑκατὸν τεσσαρεσκαίδεκα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: