previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τὰ μὲν οὖν κατὰ τὴν γένεσιν τῆς Σεμιράμιδος μυθολογούμενα σχεδὸν ταῦτ᾽ ἔστιν. ἤδη δ᾽ αὐτῆς ἡλικίαν ἐχούσης γάμου καὶ τῷ κάλλει πολὺ τὰς ἄλλας παρθένους διαφερούσης, ἀπεστάλη παρὰ βασιλέως ὕπαρχος ἐπισκεψόμενος τὰ βασιλικὰ κτήνη: οὗτος δ᾽ ἐκαλεῖτο μὲν Ὄννης, πρῶτος δ᾽ ἦν τῶν ἐκ τοῦ βασιλικοῦ συνεδρίου καὶ τῆς Συρίας ἁπάσης ἀποδεδειγμένος ὕπαρχος. ὃς καταλύσας παρὰ [p. 176] τῷ Σίμμᾳ καὶ θεωρήσας τὴν Σεμίραμιν ἐθηρεύθη τῷ κάλλει: διὸ καὶ τοῦ Σίμμα καταδεηθεὶς αὑτῷ δοῦναι τὴν παρθένον εἰς γάμον ἔννομον, ἀπήγαγεν αὐτὴν εἰς Νίνον, καὶ γήμας ἐγέννησε δύο παῖδας, [2] Ὑαπάτην καὶ Ὑδάσπην. τῆς δὲ Σεμιράμιδος ἐχούσης καὶ τἄλλα ἀκόλουθα τῇ περὶ τὴν ὄψιν εὐπρεπείᾳ, συνέβαινε τὸν ἄνδρα τελέως ὑπ᾽ αὐτῆς δεδουλῶσθαι, καὶ μηδὲν ἄνευ τῆς ἐκείνης γνώμης πράττοντα κατευστοχεῖν ἐν πᾶσι. [3] καθ᾽ ὃν δὴ χρόνον βασιλεύς, ἐπειδὴ τὰ περὶ τὴν κτίσιν τῆς ὁμωνύμου πόλεως συνετέλεσε, στρατεύειν ἐπὶ Βακτριανοὺς ἐπεχείρησεν. εἰδὼς δὲ τά τε πλήθη καὶ τὴν ἀλκὴν τῶν ἀνδρῶν, ἔτι δὲ τὴν χώραν ἔχουσαν πολλοὺς τόπους ἀπροσίτους διὰ τὴν ὀχυρότητα, κατέλεξεν ἐξ ἁπάντων τῶν ὑπ᾽ αὐτὸν ἐθνῶν στρατιωτῶν πλῆθος: ἐπεὶ γὰρ τῆς πρότερον στρατείας ἀποτετευχὼς ἦν, ἔσπευδε πολλαπλασίονι παραγενέσθαι δυνάμει πρὸς τὴν Βακτριανήν. [4] συναχθείσης δὲ τῆς στρατιᾶς πανταχόθεν ἠριθμήθησαν, ὡς Κτησίας ἐν ταῖς ἱστορίαις ἀναγέγραφε, πεζῶν μὲν ἑκατὸν ἑβδομήκοντα μυριάδες, ἱππέων δὲ μιᾷ πλείους τῶν εἴκοσι μυριάδων, ἅρματα δὲ δρεπανηφόρα μικρὸν ἀπολείποντα τῶν μυρίων ἑξακοσίων. [5] ἔστι μὲν οὖν ἄπιστον τοῖς αὐτόθεν ἀκούσασι τὸ πλῆθος τῆς στρατιᾶς, οὐ μὴν ἀδύνατόν γε φανήσεται τοῖς ἀναθεωροῦσι τὸ τῆς Ἀσίας μέγεθος καὶ τὰ πλήθη τῶν κατοικούντων αὐτὴν ἐθνῶν. εἰ γάρ τις ἀφεὶς τὴν [p. 177] ἐπὶ Σκύθας Δαρείου στρατείαν μετὰ ὀγδοήκοντα μυριάδων καὶ τὴν Ξέρξου διάβασιν ἐπὶ τὴν Ἑλλάδα τοῖς ἀναριθμήτοις πλήθεσι, τὰς ἐχθὲς καὶ πρῴην συντελεσθείσας πράξεις ἐπὶ τῆς Εὐρώπης σκέψαιτο, τάχιον ἂν πιστὸν ἡγήσαιτο τὸ ῥηθέν. [6] κατὰ μὲν οὖν τὴν Σικελίαν Διονύσιος ἐκ μιᾶς τῆς τῶν Συρακοσίων πόλεως ἐξήγαγεν ἐπὶ τὰς στρατείας πεζῶν μὲν δώδεκα μυριάδας, ἱππεῖς δὲ μυρίους καὶ δισχιλίους, ναῦς δὲ μακρὰς ἐξ ἑνὸς λιμένος τετρακοσίας, ὧν ἦσαν ἔνιαι τετρήρεις καὶ πεντήρεις: [7] Ῥωμαῖοι δὲ μικρὸν πρὸ τῶν Ἀννιβαϊκῶν καιρῶν, προορώμενοι τὸ μέγεθος τοῦ πολέμου, κατέγραψαν τοὺς κατὰ τὴν Ἰταλίαν ἐπιτηδείους εἰς τὴν στρατείαν πολίτας τε καὶ συμμάχους, ὧν σύμπας ἀριθμὸς μικρὸν ἀπέλιπε τῶν ἑκατὸν μυριάδων: καίτοι γ᾽ ἕνεκα πλήθους ἀνθρώπων τὴν Ἰταλίαν ὅλην οὐκ ἄν τις συγκρίνειε πρὸς ἓν ἔθνος τῶν κατὰ τὴν Ἀσίαν. ταῦτα μὲν οὖν ἡμῖν εἰρήσθω πρὸς τοὺς ἐκ τῆς νῦν περὶ τὰς πόλεις οὔσης ἐρημίας τεκμαιρομένους τὴν παλαιὰν τῶν ἐθνῶν πολυανθρωπίαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: