previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


γυναῖκας δὲ μὴ γαμεῖν, ἀλλὰ κοινὰς ἔχειν, καὶ τοὺς γεννηθέντας παῖδας ὡς κοινοὺς τρέφοντας ἐπ᾽ ἴσης ἀγαπᾶν: νηπίων δ᾽ ὄντων αὐτῶν πολλάκις τὰς τρεφούσας διαλλάττειν τὰ βρέφη, ὅπως μηδ᾽ αἱ μητέρες ἐπιγινώσκωσι τοὺς ἰδίους. διόπερ μηδεμιᾶς παρ᾽ αὐτοῖς γινομένης φιλοτιμίας ἀστασιάστους καὶ τὴν ὁμόνοιαν περὶ πλείστου ποιουμένους διατελεῖν. [2] εἶναι δὲ παρ᾽ αὐτοῖς καὶ ζῷα, μικρὰ μὲν τοῖς μεγέθεσι, παράδοξα δὲ τῇ φύσει τοῦ σώματος καὶ τῇ δυνάμει τοῦ αἵματος: εἶναι γὰρ αὐτὰ τῷ σχήματι στρογγύλα καὶ παρεμφερέστατα ταῖς χελώναις, τὴν δ᾽ ἐπιφάνειαν δυσὶ γραμμαῖς μηλίναις κεχιασμένα, ἐφ᾽ ἑκάστης δὲ ἄκρας ἔχειν ὀφθαλμὸν καὶ στόμα: [3] διὸ καὶ τέτταρσιν ὄμμασι βλέποντα καὶ τοῖς ἴσοις στόμασι χρώμενα εἰς ἕνα φάρυγα συνάγειν τὰ σιτία, καὶ διὰ τούτου καταπινομένης τῆς τροφῆς εἰς μίαν κοιλίαν συρρεῖν ἅπαντα: ὁμοίως δὲ τὰ σπλάγχνα καὶ τἄλλα τὰ ἐντὸς πάντα ἔχειν μοναχά. πόδας δὲ ὑποκεῖσθαι κύκλῳ τῆς περιφερείας πολλούς, δι᾽ ὧν [p. 263] δύνασθαι πορεύεσθαι πρὸς ἂν μέρος βούληται. [4] τὸ δ᾽ αἷμα τούτου τοῦ ζῴου θαυμάσιον ἔχειν δύναμιν: πᾶν γὰρ τὸ διατμηθὲν ἔμπνουν σῶμα κολλᾶν παραχρῆμα, κἂν ἀποκοπεῖσα χεὶρ ὅμοιον εἰπεῖν τύχῃ, δι᾽ αὐτοῦ κολλᾶσθαι προσφάτου τῆς τομῆς οὔσης, καὶ τἄλλα δὲ μέρη τοῦ σώματος, ὅσα μὴ κυρίοις τόποις καὶ συνέχουσι τὸ ζῆν κατέχεται. [5] ἕκαστον δὲ τῶν συστημάτων τρέφειν ὄρνεον εὐμέγεθες ἰδιάζον τῇ φύσει, καὶ διὰ τούτου πειράζεται τὰ νήπια τῶν βρεφῶν ποίας τινὰς ἔχει τὰς τῆς ψυχῆς διαθέσεις: ἀναλαμβάνουσι γὰρ αὐτὰ ἐπὶ τὰ ζῷα, καὶ τούτων πετομένων τὰ μὲν τὴν διὰ τοῦ ἀέρος φορὰν ὑπομένοντα τρέφουσι, τὰ δὲ περιναύτια γινόμενα καὶ θάμβους πληρούμενα ῥίπτουσιν, ὡς οὔτε πολυχρόνια καθεστῶτα οὔτε τοῖς ἄλλοις τοῖς τῆς ψυχῆς λήμασιν ἀξιόλογα. [6] ἑκάστου δὲ συστήματος πρεσβύτερος ἀεὶ τὴν ἡγεμονίαν ἔχει, καθάπερ τις βασιλεύς, καὶ τούτῳ πάντες πείθονται: ὅταν δ᾽ πρῶτος τελέσας τὰ ἑκατὸν καὶ πεντήκοντα ἔτη κατὰ τὸν νόμον ἀπαλλάξῃ ἑαυτὸν τοῦ ζῆν, μετὰ τοῦτον πρεσβύτατος διαδέχεται τὴν ἡγεμονίαν. [7] δὲ περὶ τὴν νῆσον θάλαττα, ῥοώδης οὖσα καὶ μεγάλας ἀμπώτεις καὶ πλημύρας ποιουμένη, γλυκεῖα τὴν γεῦσιν καθέστηκε. τῶν δὲ παρ᾽ ἡμῖν ἄστρων τὰς ἄρκτους καὶ πολλὰ τῶν καθ᾽ ἡμᾶς καθόλου μὴ φαίνεσθαι. ἑπτὰ δ᾽ ἦσαν αὗται νῆσοι παραπλήσιαι μὲν τοῖς μεγέθεσι, σύμμετρον δ᾽ ἀλλήλων διεστηκυῖαι, [p. 264] πᾶσαι δὲ τοῖς αὐτοῖς ἔθεσι καὶ νόμοις χρώμεναι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: