previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἑπτὰ δ᾽ ἔτη μείναντας παρ᾽ αὐτοῖς τοὺς περὶ τὸν Ἰαμβοῦλον ἐκβληθῆναι ἄκοντας, ὡς κακούργους καὶ πονηροῖς ἐθισμοῖς συντεθραμμένους. πάλιν οὖν τὸ πλοιάριον κατασκευάσαντας συναναγκασθῆναι τὸν χωρισμὸν ποιήσασθαι, καὶ τροφὴν ἐνθεμένους πλεῦσαι πλέον τέτταρας μῆνας: ἐκπεσεῖν δὲ κατὰ [p. 266] [2] τὴν Ἰνδικὴν εἰς ἅμμους καὶ τεναγώδεις τόπους: καὶ τὸν μὲν ἕτερον αὐτῶν ὑπὸ τοῦ κλύδωνος διαφθαρῆναι, τὸν δὲ Ἰαμβοῦλον πρός τινα κώμην προσενεχθέντα ὑπὸ τῶν ἐγχωρίων ἀναχθῆναι πρὸς τὸν βασιλέα εἰς πόλιν Παλίβοθρα, πολλῶν ἡμερῶν ὁδὸν ἀπέχουσαν τῆς θαλάττης. [3] ὄντος δὲ φιλέλληνος τοῦ βασιλέως καὶ παιδείας ἀντεχομένου, μεγάλης αὐτὸν ἀποδοχῆς καταξιῶσαι: τὸ δὲ τελευταῖον μετά τινος ἀσφαλείας τὸ μὲν πρῶτον εἰς τὴν Περσίδα διελθεῖν, [4] ὕστερον δὲ εἰς τὴν Ἑλλάδα διασωθῆναι. δὲ Ἰαμβοῦλος οὗτος ταῦτά τε ἀναγραφῆς ἠξίωσε καὶ περὶ τῶν κατὰ τὴν Ἰνδικὴν οὐκ ὀλίγα συνετάξατο τῶν ἀγνοουμένων παρὰ τοῖς ἄλλοις. ἡμεῖς δὲ τὴν ἐν ἀρχῇ τῆς βίβλου γεγενημένην ἐπαγγελίαν τετελεκότες αὐτοῦ περιγράψομεν τήνδε τὴν βίβλον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: