This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[10]
φησὶν δὲ ὁ μῦθος καὶ ἄνθρωπόν τινα Μυῖαν
τὸ ἀρχαῖον γενέσθαι πάνυ καλήν, λάλον μέντοι
γε καὶ στωμύλον καὶ ᾠδικήν, καὶ ἀντερασθῆναί
γε τῇ Σελήνῃ κατὰ τὸ αὐτὸ ἀμφοτέρας τοῦ Ἐνδυμίωνος. εἶτ᾽ ἐπειδὴ κοιμώμενον τὸ μειράκιον.
συνεχὲς ἐπήγειρεν ἐρεσχηλοῦσα καὶ ᾄδουσα
καὶ κωμάζουσα ἐπ᾽ αὐτόν, τὸν μὲν ἀγανακτῆσαι, τὴν δὲ Σελήνην ὀργισθεῖσαν εἰς τοῦτο τὴν Μυῖαν μεταβαλεῖν καὶ διὰ τοῦτο πᾶσι νῦν τοῖς κοιμωμένοις αὐτὴν τοῦ ὕπνου φθονεῖν μεμνημένην ἔτι τοῦ Ἐνδυμίωνος, καὶ μάλιστα τοῖς νέοις καὶ ἁπαλοῖς: καὶ τὸ δῆγμα δὲ αὐτὸ καὶ ἡ τοῦ αἵματος ἐπιθυμία οὐκ ἀγριότητος, ἀλλ᾽ ἔρωτός ἐστι
[p. 92]
σημεῖον καὶ φιλανθρωπίας: ὡς γὰρ δυνατὸν ἀπολαύει καὶ τοῦ κάλλους τι ἀπανθίζεται.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.