This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ὅστις μὲν οὖν σεμνύνεται πολίτης ὢν εὐδαίμονος πόλεως, ἀγνοεῖν μοι δοκεῖ τίνα χρὴ τιμὴν ἀπονέμειν τῇ πατρίδι, καὶ ὁ τοιοῦτος δῆλός ἐστιν ἀχθόμενος ἄν, εἰ μετριωτέρας ἔλαχε τῆς πατρίδος: ἐμοὶ δὲ ἥδιον αὐτὸ τιμᾶν τὸ τῆς πατρίδος ὄνομα. πόλεις μὲν γὰρ παραβαλεῖν πειρωμένῳ προσήκει μέγεθος ἐξετάζειν καὶ κάλλος καὶ τὴν τῶν ὠνίων ἀφθονίαν ὅπου δ᾽ αἵρεσίς ἐστι πόλεων, οὐδεὶς ἂν
ἕλοιτο τὴν λαμπροτέραν ἐάσας τὴν πατρίδα, ἀλλ᾽
εὔξαιτο μὲν ἂν εἶναι καὶ τὴν πατρίδα ταῖς
εὐδαίμοσι παραπλησίαν, ἕλοιτο δ᾽ ἂν τὴν ὁποιανοῦν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.