previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[10] ἴδοι δ᾽ ἄν τις τοὺς τοιούτους μάλιστα ἔν τε βασιλέων αὐλαῖς καὶ περὶ τὰς τῶν ἀρχόντων καὶ δυναστευόντων φιλίας εὐδοκιμοῦντας, ἔνθα πολὺς μὲν φθόνος, μυρίαι δὲ ὑπόνοιαι, πάμπολλαι δὲ κολακειῶν καὶ διαβολῶν ὑποθέσεις: ὅπου γὰρ ἀεὶ μείζους ἐλπίδες, ἐνταῦθα καὶ οἱ φθόνοι χαλεπώτεροι καὶ τὰ μίση ἐπισφαλέστερα καὶ αἱ ζηλοτυπίαι κακοτεχνέστεραι. πάντες οὖν ἀλλήλους ὀξὺ δεδόρκασι καὶ ὥσπερ οἱ μονομαχοῦντες ἐπιτηροῦσιν, εἲ πού τι γυμνωθὲν μέρος θεάσαιντο τοῦ σώματος: καὶ πρῶτος αὐτὸς ἕκαστος εἶναι βουλόμενος παρωθεῖται καὶ παραγκωνίζεται τὸν πλησίον καὶ τὸν πρὸ αὑτοῦ, εἰ δύναιτο, ὑποσπᾷ καὶ ὑποσκελίζει. ἔνθα μὲν χρηστὸς ἀτεχνῶς;εὐθὺς ἀνατέτραπται καὶ παρασέσυρται καὶ τὸ τελευταῖον ἀτίμως ἐξέωσται, δὲ κολακευτικώτερος καὶ πρὸς τὰς τοιαύτας κακοηθείας πιθανώτερος εὐδοκιμεῖ: . καὶ ὅλως φθάσας κρατεῖ: τὰ γὰρ τοῦ Ὁμήρου πάνυ ἐπαληθεύουσιν, ὅτι τοι ξυνὸς Ἐνυάλιος καὶ τὸν κτανέοντα κατέκτα. τοιγαροῦν ὡς οὐ περὶ μικρῶν τοῦ ἀγῶνος ὄντος ποικίλας κατ᾽ ἀλλήλων ὁδοὺς ἐπινοοῦσιν, ὧν ταχίστη καὶ ἐπισφαλεστάτη ἐστὶν τῆς διαβολῆς, τὴν μὲν ἀρχὴν ἀπὸ φθόνου: μίσους εὐέλπιδα ^ λαμβάνουσα, οἰκτρότερα δὲ καὶ τραγικὰ ἐπάγουσα τὰ τέλη καὶ πολλῶν συμφορῶν ἀνάπλεα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: