Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[16]
ἀνυσιμώτατον γὰρ τὸ εἶδος τῆς διαβολῆς τὸ
ὑπεναντίον τῆς τοῦ ἀκούοντος ἐπιθυμίας, ὁπότε καὶ
παρὰ Πτολεμαίῳ τῷ Διονύσῳ ἐπικληθέντι ἐγένετό τις ὃς διέβαλλε τὸν Πλατωνικὸν Δημήτριον, ὅτι
ὕδωρ τε πίνει καὶ μόνος τῶν ἄλλων γυναικεῖα οὐκ ἐνεδύσατο ἐν τοῖς Διονυσίοις: καὶ εἴ γε μὴ κληθεὶς
ἕωθεν ἔπιέ τε πάντων ὁρώντων καὶ λαβὼν
ταραντινίδιον ἐκυμβάλισε καὶ προσωρχήσατο, ἀπολώλει
ἂν ὡς οὐχ ἡδόμενος τῷ βίῳ τοῦ βασιλέως, ἀλλ᾽ ἀντισοφιστὴς ὢν καὶ ἀντίτεχνος τῆς Πτολεμαίου τρυφῆς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.