previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[32]Χρυσίππου [p. 444] γὰρ μέμνησθε ὑμεῖς, ἔφη Ζηνόθεμις ἐπεγείρας ἑαυτὸν καὶ,φθεγξάμενος παμμέγεθες, ἀφ᾽ ἑνὸς ἀνδρὸς οὐκ ἐννόμως φιλοσοφοῦντος Ἑτοιμοκλέους τοῦ γόητος μετρεῖτε τὸν Κλεάνθην καὶ Ζήνωνα σοφοὺς ἄνδρας; τίνες δὲ καὶ ὄντες ὑμεῖς ἐρεῖτε ταῦτα; οὐ σὺ μὲν τῶν Διοσκούρων ἤδη, Ἕρμων, τοὺς πλοκάμους περικέκαρκας χρυσοῦς ὄντας; καὶ δώσεις δίκην παραδοθεὶς τῷ δημίῳ. σὺ δὲ τὴν Σωστράτου γυναῖκα τοῦ μαθητοῦ ἐμοίχευες, Κλεόδημε, καὶ καταληφθεὶς τὰ αἴσχιστα ἔπαθες. οὐ σιωπήσεσθε οὖν τοιαῦτα συνεπιστάμενοι ἑαυτοῖς;’ ‘ἀλλ᾽ οὐ μαστροπὸς ἐγὼ τῆς ἐμαυτοῦ γυναικός δ᾽ ὃς Κλεόδημος, ὥσπερ σύ, οὐδὲ τοῦ ξένου μαθητοῦ λαβὼν τοὐφόδιον παρακαταθήκας ἔπειτα ὤμοσα κατὰ τῆς Πολιάδος μὴ εἰληφέναι, οὐδ᾽ ἐπὶ τέτταρσι δραχμαῖς δανείζω, οὐδὲ ἄγχω τοὺς μαθητάς, ἢν μὴ κατὰ καιρὸν ἀποδῶσι τοὺς μισθούς. ἀλλ᾽ ἐκεῖνο, ἔφη Ζηνόθεμις, οὐκ ἂν ἔξαρνος γένοιο μὴ οὐχὶ φάρμακον ἀποδόσθαι Κρίτωνι ἐπὶ τὸν πατέρα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: