previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[29] εἶεν. ἐπὶ τὸν Σίμωνα πρῶτον ἄπιμεν παρ᾽ ἄλλον τινὰ τῶν πλουσίων;

Μίκυλλος
οὐ μὲν οὖν, ἀλλὰ παρὰ τὸν Σίμωνα, ὃς ἀντὶ δισυλλάβου τετρασύλλαβος ἤδη πλουτήσας εἶναι ἀξιοῖ. καὶ δὴ πάρεσμεν 'ἐπὶ τὰς θύρας. τί οὖν ποιῶ τὸ μετὰ τοῦτο; [p. 232]

Ἀλεκτρυών
ἐπίθες τὸ πτερὸν ἐπὶ τὸ κλεῖθρον,

Μίκυλλος
ἰδοὺ δή. Ἡράκλεις, ἀναπέπταται ὥσπερ ὑπὸ κλειδὶ θύρα.

Ἀλεκτρυών
ἡγοῦ ἐς τὸ πρόσθεν. ὁρᾷς αὐτὸν ἀγρυπνοῦντα καὶ λογιζόμενον;

Μίκυλλος
ὁρῶ νὴ Δία πρὸς ἀμαυράν γε καὶ διψῶσαν τὴν θρυαλλίδα, καὶ ὠχρὸς δὲ ἐστὶν οὐκ οἶδ᾽ ὅθεν, ἀλεκτρυών, καὶ κατέσκληκεν ὅλος ἐκτετηκώς, ὑπὸ φροντίδων δηλαδή: οὐ γὰρ νοσεῖν ἄλλως ἐλέγετο.

Ἀλεκτρυών
ἄκουσον φησιν εἴσῃ γὰρ ὅθεν οὕτως ἔχει.

Σίμων
οὐκοῦν τάλαντα μὲν ἑβδομήκοντα ἐκεῖνα πάνυ ἀσφαλῶς ὑπὸ τῇ κλίνῃ κατορώρυκται καὶ οὐδεὶς ἄλλος οἶδε, τὰ δὲ ἑκκαίδεκα εἶδεν, οἶμαι, Σωσύλος ἱπποκόμος ὑπὸ τῇ φάτνῃ κατακρύπτοντά με: ὅλος γοῦν περὶ τὸν ἱππῶνά ἐστιν, οὐ πάνυ ἐπιμελὴς ἄλλως οὐδὲ φιλόπονος ὤν. εἰκὸς δὲ ἡρπάσθαι πολλῷ πλείω τούτων, πόθεν γὰρ Τίβειος ^ τάριχος αὑτῷ οὕτω μέγα ὠψωνηκέναι χθὲς ἐλέγετο τῇ γυναικὶ ἐλλόβιον ἐωνῆσθαι πέντε δραχμῶν ὅλων; τἀμὰ οὗτοι σπαθῶσι τοῦ κακοδαίμονος. ἀλλ᾽ οὐδὲ τὰ ἐκπώματα ἐν ἀσφαλεῖ μοι ἀπόκειται τοσαῦτα ὄντα: δέδια γοῦν μή τις ὑπορύξας τὸν τοῖχον ὑφέληται αὐτά: πολλοὶ φθονοῦσι καὶ ἐπιβουλεύουσί μοι, καὶ μάλιστα γείτων Μίκυλλος. [p. 234]

Μίκυλλος
νὴ Δία: σοὶ γὰρ ὅμοιος ἐγὼ καὶ τὰ τρύβλια ὑπὸ μάλης ἄπειμι ἔχων.

Ἀλεκτρυών
σιώπησον, Μίκυλλε, μὴ καταφωράσῃ παρόντας ἡμᾶς.

Σίμων
ἄριστον γοῦν ἄγρυπνον αὐτὸν φυλάττειν ἅπασαν περίειμι διαναστὰς ἐν κύκλῳ τὴν οἰκίαν. τίς οὗτος; ὁρῶ σέ γε, τοιχωρύχε ... μὰ Δία, ἐπεὶ κίων γε ὢν τυγχάνεις, εὖ ἔχει. ἀριθμήσω αὖθις ἀνορύξας τὸ χρυσίον, μὴ τί με πρῴην διέλαθεν. ἰδοὺ πάλιν ἐψόφηκέ τις: ἐπ᾽ ἐμὲ δηλαδή: πολιορκοῦμαι καὶ ἐπιβουλεύομαι πρὸς ἁπάντων. ποῦ μοι τὸ ξιφίδιον; ἂν λάβω τινὰ , ... θάπτωμεν αὖθις τὸ χρυσίον.

Ἀλεκτρυών

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: