Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[23]
οὐκ ὀλίγον τὸ δέλεαρ καταπιών. ὁ δὲ ἐμπεσὼν
ἀθρόος ^ εἰς ἐμὲ ἀπειρόκαλος καὶ παχύδερμος ἄνθρωπος, ἔτι τὴν πέδην πεφρικὼς καὶ εἰ παριὼν ἄλλως μαστίξειέ τις ὄρθιον ἐφιστὰς τὸ οὖς καὶ τὸν μυλῶνα ὥσπερ τὸ Ἀνάκτορον προσκυνῶν,
οὐκέτι φορητός ἐστι τοῖς ἐντυγχάνουσιν, ἀλλὰ
τούς τε ἐλευθέρους ὑβρίζει καὶ τοὺς ὁμοδούλους μαστιγοῖ ἀποπειρώμενος εἰ καὶ αὐτῷ τὰ τοιαῦτα ἔξεστιν, ἄχρι ἂν ἢ ἐς πορνίδιόν τι ἐμπεσὼν ἢ ἱπποτροφίας ἐπιθυμήσας ἢ κόλαξι παραδοὺς ἑαυτὸν
ὀμνύουσιν, ἦ μὴν εὐμορφότερον μὲν Νιρέως εἶναι
αὐτόν, εὐγενέστερον δὲ τοῦ Κέκροπος ἢ Κόδρου, συνετώτερον δὲ τοῦ Ὀδυσσέως, πλουσιώτερον δὲ
συνάμα Κροίσων ἑκκαίδεκα, ἐν ἀκαρεῖ τοῦ χρόνου
[p. 352] ἄθλιος ἐκχέῃ τὰ κατ᾽ ὀλίγον ἐκ πολλῶν ἐπιορκιῶν καὶ ἁρπαγῶν καὶ πανουργιῶν συνειλεγμένα.
Ἑρμῆς
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.