Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[37]
δύναιτ᾽ ἄν. ἐρρωμένος τοιγαροῦν ὑπὸ τῶν πόνων τὸν ἀγρὸν τουτονὶ φιλοπόνως ἐπεργαζόμενος, οὐδὲν ὁρῶν τῶν ἐν ἄστει κακῶν, ἱκανὰ καὶ
διαρκῆ ἔχω τὰ ἄλφιτα παρὰ τῆς δικέλλης. ὥστε
παλίνδρομος ἄπιθι, ὦ Ἑρμῆ, τὸν Πλοῦτον
ἐπανάγων τῷ Διί: ἐμοὶ δὲ τοῦτο ἱκανὸν ἦν, πάντας
ἀνθρώπους ἡβηδὸν οἰμώζειν ποιῆσαι.
Ἑρμῆς
μηδαμῶς, ὦγαθέ οὐ γὰρ πάντες εἰσὶν ἐπιτήδειοι πρὸς οἰμωγήν. ἀλλ᾽ ἔα τὰ ὀργίλα ταῦτα καὶ μειρακιώδη καὶ τὸν Πλοῦτον παράλαβε. οὔτοι ἀπόβλητά ἐστι τὰ δῶρα τὰ παρὰ τοῦ Διός. [p. 368] Πλοῦτος
βούλει, ὦ Τίμων, δικαιολογήσωμαι πρὸς σέ; ἢ χαλεπανεῖς ^ μοι λέγοντι; Τίμων
λέγε, μὴ μακρὰ μέντοι, μηδὲ μετὰ προοιμίων, ὥσπερ οἱ ἐπίτριπτοι ῥήτορες: ἀνέξομαι γάρ σε ὀλίγα λέγοντα διὰ τὸν Ἑρμῆν τουτονί. Πλοῦτος

This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.