Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[42]
τέγους καταρρέοντα; ὦ Μίδα καὶ Κροῖσε καὶ τὰ
ἐν Δελφοῖς ἀναθήματα, ὡς οὐδὲν ἄρα ἦτε ὡς πρὸς Τίμωνα καὶ τὸν Τίμωνος πλοῦτον, ᾧ γε οὐδὲ ὁ βασιλεὺς ὁ Περσῶν ἴσος.
Ὦ δίκελλα καὶ φιλτάτη διφθέρα, ὑμᾶς μὲν τῷ Πανὶ τούτῳ ἀναθεῖναι καλὸν αὐτὸς δὲ ἤδη πᾶσαν πριάμενος τὴν ἐσχατιάν, πυργίον οἰκοδομησάμενος
ὑπὲρ τοῦ θησαυροῦ μόνῳ ἐμοὶ ἱκανὸν ἐνδιαιτᾶσθαι, τὸν αὐτὸν καὶ τάφον ἀποθανὼν ἕξειν μοιδοκῶ.
‘ δεδόχθω δὲ ταῦτα καὶ νενομοθετήσθω πρὸς τὸν ἐπίλοιπον βίον, ἀμιξία πρὸς ἅπαντας καὶ ἀγνωσία καὶ ὑπεροψία: φίλος δὲ ἢ ξένος ἢ ἑταῖρος
ἢ Ἐλέου βωμὸς ὕθλος πολύς: καὶ τὸ οἰκτεῖραι
δακρύοντα ἢ ἐπικουρῆσαι δεομένῳ παρανομία καὶ
κατάλυσις τῶν ἐθῶν μονήρης δὲ ἡ δίαιτα
καθάπερ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.