previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[22] τῆς ἀγχινοίας. τί δὲ ἄλλο μάλιστα φὴς εἰδέναι;

Χρύσιππος
τὰς τῶν λόγων πλεκτάνας αἷς συμποδίζω τοὺς προσομιλοῦντας καὶ ἀποφράττω καὶ σιωπᾶν ποιῶ, φιμὸν ἀτεχνῶς;αὐτοῖς περιτιθείς: ὄνομα δὲ τῇ δυνάμει ταύτῃ ἀοίδιμος συλλογισμός.

Ἀγοράστης
Ἡράκλεις, ἄμαχόν τινα καὶ βίαιον λέγεις.

Χρύσιππος
σκόπει γοῦν ἔστι σοι παιδίον;

Ἀγοράστης
τί μήν;

Χρύσιππος
τοῦτο ἤν πως κροκόδειλος ἁρπάσῃ πλησίον τοῦ ποταμοῦ πλαζόμενον εὑρών, κᾆτά σοι ἀποδώσειν ὑπισχνῆται αὐτό, ἢν εἴπῃς τἀληθὲς τι δέδοκται [p. 492] αὐτῷ περὶ τῆς ἀποδόσεως τοῦ βρέφους, τί φήσεις αὐτὸν ἐγνωκέναι;

Ἀγοράστης
δυσαπόκριτον ἐρωτᾷς. ἀπορῶ γὰρ ὁπότερον εἰπὼν ἀπολάβοιμι. ἀλλὰ σὺ πρὸς Διὸς ἀποκρινάμενος ἀνάσωσαί μοι τὸ παιδίον, μὴ καὶ φθάσῃ αὐτὸ καταπιών.

Χρύσιππος
θάρρει: καὶ ἄλλα γάρ σε διδάξομαι θαυμασιώτερα.

Ἀγοράστης
τὰ ποῖα;

Χρύσιππος
τὸν θερίζοντα καὶ τὸν κυριεύοντα καὶ ἐπὶ πᾶσι τὴν Ἠλέκτραν καὶ τὸν ἐγκεκαλυμμένον.

Ἀγοράστης
τίνα τοῦτον τὸν ἐγκεκαλυμμένον τίνα τὴν Ἠλέκτραν λέγεις;

Χρύσιππος
Ἠλέκτραν μὲν ἐκείνην τὴν πάνυ, τὴν Ἀγαμέμνονος, τὰ αὐτὰ οἶδέ τε ἅμα καὶ οὐκ οἶδε: παρεστῶτος γὰρ αὐτῇ τοῦ Ὀρέστου ἔτι ἀγνῶτος οἶδε μὲν [p. 494] Ὀρέστην, ὅτι ἀδελφὸς αὐτῆς, ὅτι δὲ οὗτος Ὀρέστης ἀγνοεῖ. τὸν δ᾽ αὖ ἐγκεκαλυμμένον καὶ πάνυ θαυμαστὸν ἀκούσῃ λόγον ἀπόκριναι γάρ μοι, τὸν πατέρα οἶσθα τὸν σεαυτοῦ;

Ἀγοράστης
ναί.

Χρύσιππος
τί οὖν; ἤν σοι παραστήσας τινὰ ἐγκεκαλυμμένον ἔρωμαι, τοῦτον οἶσθα; τί φήσεις;

Ἀγοράστης
δηλαδὴ ἀγνοεῖν.

Χρύσιππος

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: