previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[25] . δὲ μέγιστον, ἢν ἐθέλω, τάχιστά σε ἀποδείξω λίθον.

Ἀγοράστης
πῶς λίθον; οὐ γὰρ Περσεὺς σύ, βέλτιστε, εἶναί μοι δοκεῖς.

Χρύσιππος
ὧδέ πως: λίθος σῶμά ἐστι;

Ἀγοράστης
ναί.

Χρύσιππος
τί δέ; τὸ ζῷον οὐ σῶμα;

Ἀγοράστης
ναί. [p. 500]

Χρύσιππος
σὺ δὲ ζῷον;

Ἀγοράστης
ἔοικα γοῦν.

Χρύσιππος
λίθος ἄρα εἶ σῶμα ὤν.

Ἀγοράστης
μηδαμῶς. ἀλλ᾽ ἀνάλυσόν με πρὸς τοῦ Διὸς καὶ ἐξ ὑπαρχῆς ποίησον ἄνθρωπον.

Χρύσιππος
οὐ χαλεπόν: ἀλλ᾽ ἔμπαλιν ἴσθι ἄνθρωπον. εἰπὲ γάρ μοι, πᾶν σῶμα ζῷον;

Ἀγοράστης
οὔ.

Χρύσιππος
τί δέ; λίθος ζῷον;

Ἀγοράστης
οὔ.

Χρύσιππος
σὺ δὲ σῶμα εἶ;

Ἀγοράστης
ναί.

Χρύσιππος
σῶμα δὲ ὢν ζῷον εἶ;

Ἀγοράστης
ναί.

Χρύσιππος
οὐκ ἄρα λίθος εἶ ζῷόν γε ὤν.

Ἀγοράστης
εὖ γε ἐποίησας, ὡς ἤδη μου τὰ σκέλη καθάπερ τῆς Νιόβης ἀπεψύχετο καὶ πάγια ἦν. ἀλλὰ ὠνήσομαί γε σέ. πόσον ὑπὲρ αὐτοῦ καταβαλῶ; [p. 502]

Ἑρμῆς
μνᾶς δώδεκα.

Ἀγοράστης
λάμβανε.

Ἑρμῆς
μόνος δὲ αὐτὸν ἐώνησαι;

Ἀγοράστης
μὰ Δί᾽, ἀλλ᾽ οὗτοι πάντες οὓς ὁρᾷς.

Ἑρμῆς
πολλοί γε καὶ τοὺς ὤμους καρτεροὶ καὶ τοῦ θερίζοντος ἄξιοι.

Ζεύς

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: