Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[61]
ταῦτα, ὦ φιλότης, ὀλίγα ἐκ πολλῶν δείγματος
ἕνεκα γράψαι ἠξίωσα, καὶ σοὶ μὲν χαριζόμενος, ἀνδρὶ ἑταίρῳ καὶ φίλῳ καὶ ὃν ἐγὼ πάντων μάλιστα θαυμάσας ἔχω ἐπί τε σοφίᾳ καὶ τῷ πρὸς ἀλήθειαν ἔρωτι καὶ τρόπου πραότητι καὶ ἐπιεικείᾳ καὶ γαλήνῃ βίου καὶ δεξιότητι πρὸς τοὺς συνόντας,
τὸ πλέον δέ, — ὅπερ καὶ σοὶ ἥδιον, — Ἐπικούρῳ τιμωρῶν, ἀνδρὶ ὡς ἀληθῶς ἱερῷ καὶ θεσπεσίῳ
τὴν φύσιν καὶ μόνῳ μετ᾽ ἀληθείας τὰ καλὰ ἐγνωκότι καὶ παραδεδωκότι καὶ ἐλευθερωτῇ τῶν ὁμιλησάντων αὐτῷ γενομένῳ. οἶμαι δὲ ὅτι καὶ τοῖς ἐντυχοῦσι χρήσιμόν τι ἔχειν δόξει ἡ γραφή,
τὰ μὲν διεξελέγχουσα, τὰ δὲ ἐν ταῖς τῶν εὖ
φρονούντων γνώμαις βεβαιοῦσα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.