Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[55]
λέξω δὲ καὶ τῶν πανηγυριστέων τὰ ἕκαστοι ποιέουσιν. ἀνὴρ εὖτ᾽ ἂν ἐς τὴν ἱρὴν πόλιν πρῶτον
ἀπικνέηται,^ κεφαλὴν μὲν ὅδε καὶ ὀφρύας ἐξύρατο, μετὰ δὲ ἱρεύσας ὄϊν τὰ μὲν ἄλλα κρεουργέει
τε καὶ εὐωχέεται, τὸ δὲ νάκος χαμαὶ θέμενος ἐπὶ
τούτου ἐς γόνυ ἕζεται, πόδας δὲ καὶ κεφαλὴν τοῦ κτήνεος ἐπὶ τὴν ἑωυτοῦ κεφαλὴν
ἀναλαμβάνει: ἅμα δὲ εὐχόμενος αἰτέει τὴν μὲν παρεοῦσαν θυσίην δέκεσθαι, μέζω δὲ ἐσαῦτις ὑπισχνέεται. τελέσας δὲ ταῦτα, τὴν κεφαλὴν αὐτοῦ τε στέφεται καὶ τῶν ἄλλων ὁκόσοι τὴν αὐτὴν ὁδὸν ἀπικνέονται, ἄρας δὲ ἀπὸ τῆς ἑωυτοῦ ὁδοιπορέει, ὕδασί τε ψυχροῖσι χρεόμενος λουτρῶν τε καὶ πόσιος
εἵνεκα καὶ ἐς πάμπαν χαμοκοιτέων οὐ γάρ οἱ
εὐνῆς ἐπιβῆναι ὅσιον πρὶν τήν τε ὁδὸν ἐκτελέσαι
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.