previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[18] δὲ συνιδὼν οὗ κακῶν ἦν, μοχλόν τινα πλησίον κείμενον ἁρπάσας αὐτόν τε ἀποκτείνει τὸν Δημώνακτα, πατάξας εἰς τὸν κρόταφον, καὶ τὴν Χαρίκλειαν, οὐ μιᾷ πληγῇ ταύτην, ἀλλὰ καὶ τῷ μοχλῷ πολλάκις καὶ τῷ ξίφει τοῦ Δημώνακτος ὕστερον. οἱ δ᾽ οἰκέται τέως μὲν ἑστήκεσαν ἄφωνοι, τῷ παραδόξῳ τοῦ πράγματος ἐκπεπληγμένοι, εἶτα πειρώμενοι συλλαμβάνειν, ὡς καὶ αὐτοῖς ἐπῄει μετὰ τοῦ ξίφους, ἐκεῖνοι μὲν ἔφευγον, Δεινίας δὲ ὑπεξέρχεται τηλικοῦτον ἔργον εἰργασμένος. καὶ τὸ μέχρι τῆς ἕω παρὰ τῷ Ἀγαθοκλεῖ διέτριβεν, ἀναλογιζόμενοι τὰ πεπραγμένα καὶ περὶ τῶν μελλόντων τι ἀποβήσεται σκοποῦντες: ἕωθεν δὲ οἱ στρατηγοὶ παρῆσανἤδη γὰρ τὸ πρᾶγμα διεβεβόητοκαὶ συλλαβόντες τὸν Δεινίαν, οὐδ᾽ αὐτὸν ἔξαρνον ὄντα μὴ οὐχὶ πεφονευκέναι, ἀπάγουσι παρὰ τὸν ἁρμοστὴν ὃς ἥρμοζε τὴν Ἀσίαν τότε. δὲ βασιλεῖ τῷ μεγάλῳ ἀναπέμπει αὐτὸν καὶ μετ᾽ οὐ πολὺ κατεπέμφθη Δεινίας εἰς Γύαρον νῆσον τῶν Κυκλάδων, ἐν ταύτῃ φεύγειν εἰς ἀεὶ τεταγμένος ὑπὸ βασιλέως. δὲ Ἀγαθοκλῆς καὶ τἄλλα μὲν συνῆν καὶ συναπῆρεν εἰς τὴν Ἰταλίαν καὶ συνεισῆλθεν εἰς τὸ δικαστήριον μόνος τῶν φίλων καὶ πρὸς οὐδὲν ἐνεδέησεν. ἐπεὶ δὲ ἤδη ἔφευγεν Δεινίας, οὐδὲ τότε ἀπελείφθη τοῦ ἑταίρου, καταδικάσας δὲ αὐτὸς αὑτοῦ διέτριβεν ἐν Γυάρῳ καὶ συνέφευγεν [p. 134] αὐτῷ, καὶ ἐπειδὴ παντάπασιν ἠπόρουν τῶν ἀναγκαίων, παραδοὺς ἑαυτὸν τοῖς πορφυρεῦσι συγκατεδύετο καὶ τὸ γινόμενον ἐκ τούτου ἀποφέρων ἔτρεφε τὸν Δεινίαν: καὶ νοσήσαντά τε ἐπὶ μήκιστον ἐθεράπευσε καὶ ἀποθανόντος οὐκέτι ἐπανελθεῖν εἰς τὴν ἑαυτοῦ ἠθέλησεν, ἀλλ᾽ αὐτοῦ ἐν τῇ νήσῳ ἔμεινεν αἰσχυνόμενος καὶ τεθνεῶτα ἀπολιπεῖν τὸν φίλον. τοῦτό σοι ἔργον φίλου Ἕλληνος οὐ πρὸ πολλοῦ γενόμενον: ἔτη γὰρ οὐκ οἶδα εἰ πέντε ἤδη διελήλυθεν ἀφ᾽ οὗ Ἀγαθοκλῆς ἐν Γυάρῳ ἀπέθανεν.

Τόξαρις
καὶ εἴθε γε, Μνήσιππε, ἀνώμοτος ὢν ταῦτα ἔλεγες, ἵνα καὶ ἀπιστεῖν ἂν ἐδυνάμην αὐτοῖς: οὕτω Σκυθικόν τινα φίλον τὸν Ἀγαθοκλέα τοῦτον διηγήσω. πλὴν οὐ δέδια μή τινα καὶ ἄλλον ὅμοιον εἴπῃς αὐτῷ.

Μνήσιππος

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: