previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[62] εἴρηκα, Μνήσιππε, ἀπὸ πολλῶν πέντε τούτους προχειρισάμενος. ἤδη δὲ καιρὸς ἂν εἴη κεκρίσθαι ὁπότερον ἡμῶν τὴν γλῶτταν τὴν δεξιὰν ἀποτετμῆσθαι δέοι. τίς οὖν δικάσων ἐστίν;

Μνήσιππος
οὐδὲ εἷς: οὐ γὰρ ἐκαθίσαμέν τινα δικαστὴν τοῦ λόγου. ἀλλ᾽ οἶσθα δράσωμεν ; ^ ἐπειδὴ νῦν ἄσκοπα τετοξεύκαμεν, αὖθις ἑλόμενοι διαιτητὴν ἄλλους ἐπ᾽ ἐκείνῳ εἴπωμεν φίλους, εἶτα ὃς ἂν [p. 204] ἥττων γένηται, ἀποτετμήσεται τότε, ἐγὼ τὴν γλῶτταν σὺ τὴν δεξιάν. τοῦτο μὲν ἄγροικον, ἐπεὶ δὲ καὶ σὺ φιλίαν ἐπαινεῖν ἔδοξας, ἐγὼ δὲ οὐδὲν ἄλλο ἡγοῦμαι ἀνθρώποις εἶναι τούτου κτῆμα ἄμεινον κάλλιον, τί οὐχὶ καὶ ἡμεῖς συνθέμενοι πρὸς ἡμᾶς αὐτοὺς φίλοι τε αὐτόθεν εἶναι καὶ εἰσαεὶ ἔσεσθαι ἀγαπῶμεν ἄμφω νικήσαντες, τὰ μέγιστα ἆθλα προσλαβόντες, ἀντὶ μιᾶς γλώττης καὶ μιᾶς δεξιᾶς δύο ἑκάτερος ἐπικτησάμενοι καὶ προσέτι γε καὶ ὀφθαλμοὺς τέτταρας καὶ πόδας τέτταρας καὶ ὅλως διπλᾶ πάντα ; τοιοῦτόν τι γάρ ἐστι συνελθόντες δύο τρεῖς φίλοι, ὁποῖον τὸν Γηρυόνην οἱ γραφεῖς ἐνδείκνυνται, ἄνθρωπον ἑξάχειρα καὶ τρικέφαλον ἐμοὶ γὰρ δοκεῖν,^ τρεῖς ἐκεῖνοι ἦσαν ἅμα πράττοντες πάντα, ὥσπερ ἐστὶ δίκαιον φίλους γε ὄντας.

Τόξαρις

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: