previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[2] ταῦτά σοι καὶ αὐτὸς ἀπειλῶ, οὐ μὰ τὸν Δία τῷ Ἀρχιλόχῳ εἰκάζων ἐμαυτόνπόθεν ; πολλοῦ γε καὶ δέω σοὶ δὲ μυρία συνειδὼς ἰάμβων ἄξια βεβιωμένα, πρὸς μοι δοκεῖ οὐδ᾽ ἂν Ἀρχίλοχος αὐτὸς διαρκέσαι, προσπαρακαλέσας καὶ τὸν Σιμωνίδην καὶ τὸν Ἱππώνακτα συμποιεῖν μετ᾽ αὐτοῦ κἂν ἕν τι τῶν προσόντων σοι κακῶν, οὕτω σύ γε παῖδας ἀπέφηνας ἐν πάσῃ βδελυρίᾳ τὸν Ὀροδοκίδην καὶ τὸν Λυκάμβην καὶ τὸν Βούπαλον, τοὺς ἐκείνων ἰάμβους. καὶ ἔοικε θεῶν τις ἐπὶ χεῖλος ἀγαγεῖν σοι τότε τὸν γέλων ἐπὶ τῇ ἀποφράδι λεχθείσῃ, ὡς αὐτὸς μὲν Σκυθῶν καταφανέστερος γένοιο κομιδῇ ἀπαίδευτος ὢν καὶ τὰ κοινὰ ταῦτα καὶ τὰ ἐν ποσὶν ἀγνοῶν, ἀρχὴν δὲ εὔλογον παράσχοις τῶν κατὰ σοῦ λόγων ἀνδρὶ ἐλευθέρῳ καὶ [p. 376] οἴκοθέν σε ἀκριβῶς εἰδότι καὶ μηδὲν ὑποστελουμένῳ ^ τὸ μὴ οὐχὶ πάντα ἐξειπεῖν, μᾶλλον δὲ κηρῦξαι, πράττεις νύκτωρ καὶ μεθ᾽ ἡμέραν ἔτι καὶ νῦν ἐπὶ πολλοῖς τοῖς πρὶν ἐκείνοις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: