Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[24]
καὶ τοιοῦτος αὐτὸς ὢν κατεγέλας τῶν ἄλλων ἐπ᾽
ὀνόμασι καὶ ῥήμασιν, ἔργα τοιαῦτα καὶ τηλικαῦτα ἐργαζόμενος. καίτοι ἐγὼ μὲν ἀποφράδα μὴ εἰδὼς
ᾐσχυνόμην ἂν μᾶλλον, οὐχ ὅπως εἰπὼν ἀρνηθείην
ἄν σὲ δὲ οὐδεὶς ᾐτιάσατο ἡμῶν βρωμολόγους λέγοντα καὶ τροπομάσθλητας καὶ ῥησιμετρεῖν καὶ ἀθηνιῶ ^ καὶ ἀνθοκρατεῖν καὶ σφενδικίζειν καὶ χειροβλιμᾶσθαι.^ κακὸν κακῶς σε ὁ λόγιος Ἑρμῆς
ἐπιτρίψειεν αὐτοῖς λόγοις. ποῦ γὰρ ταῦτα τῶν βιβλίων εὑρίσκεις ; ἐν γωνίᾳ που τάχα τῶν
ἰαλέμων τινὸς ποιητῶν κατορωρυγμένα, εὐρῶτος καὶ ἀραχνίων μεστά, ἤ που ἐκ τῶν Φιλαινίδος Δέλτων, ἃς διὰ χειρὸς ἔχεις. σοῦ μέντοι καὶ τοῦ σοῦ
στόματος ἄξια.
[p. 402]
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.