[7]
Ἡρόδοτος
μὲν οὖν — ἐπάνειμι γὰρ ἐπ᾽ ἐκεῖνον — ἱκανὴν τῶν
Ὀλυμπίων τὴν πανήγυριν ἡγεῖτο καὶ συγγραφέα θαυμαστὸν
δεῖξαι τοῖς Ἕλλησι τὰς Ἑλληνικὰς νίκας διεξιόντα,
ὡς ἐκεῖνος διεξῆλθεν. ἐγὼ δὲ — καὶ πρὸς Φιλίου μή με
κορυβαντιᾶν ὑπολάβητε μηδὲ τἀμὰ εἰκάζειν τοῖς ἐκείνου,
ἵλεως ὁ ἀνήρ — ἀλλὰ τοῦτό γε ὅμοιον παθεῖν φημι αὐτῷ:
ὅτε γὰρ τὸ πρῶτον ἐπεδήμησα τῇ Μακεδονίᾳ, πρὸς
ἐμαυτὸν ἐσκόπουν ὅ τι μοι χρηστέον τῷ πράγματι: καὶ
ὁ μὲν ἔρως οὗτος ἦν ἅπασιν ὑμῖν γνωσθῆναι καὶ ὅτι
πλείστοις Μακεδόνων δεῖξαι τἀμά, τὸ δὲ αὐτὸν περιιόντα
τηνικαῦτα τοῦ ἔτους συγγενέσθαι τῇ πόλει ἑκάστῃ οὐκ
[p. 394]
εὐμαρὲς ἐφαίνετο, εἰ δὲ τηρήσαιμι τήνδε ὑμῶν τὴν σύνοδον,
εἶτα παρελθὼν ἐς μέσον δείξαιμι τὸν λόγον, ἐς
δέον οὕτως ἀποβήσεσθαί μοι τὰ τῆς εὐχῆς.
This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.