previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[47] τί δὴ οὖν πράξομεν, Ἑρμότιμε; οὐκ ἀπαγορευτέον οἶμαι, ἐπεὶ μηδενὸς ἡγεμόνος τοιούτου ἔς γε τὸ παρὸν εὐποροῦμεν. ἆρα τόδε πάντων κράτιστόν ἐστι καὶ ἀσφαλέστατον, αὐτὸν ἕκαστον ἀρξάμενον διὰ πάσης προαιρέσεως χωρῆσαι καὶ ἐπισκέψασθαι ἀκριβῶς τὰ ὑπὸ πάντων λεγόμενα;

Ἑρμότιμος
ἔοικεν ἀπό γε τούτων: πλὴν ἐκεῖνο μὴ ἐναντίον , μικρῷ πρόσθεν ἔλεγες, ὡς οὐ ῥᾴδιον ἐπιδόντα ἑαυτὸν καὶ πετάσαντα τὴν ὀθόνην ἀναδραμεῖν αὖθις. πῶς γὰρ οἷόν τε πάσας ἐπελθεῖν τὰς ὁδοὺς ἐν τῇ πρώτῃ, ὡς φής, κατασχεθησομένῳ;

Λυκῖνος
ἐγώ σοι φράσω: τὸ τοῦ Θησέως ἐκεῖνο μιμησόμεθα, καί τι λίνον παρὰ τῆς τραγικῆς Ἀριάδνης λαβόντες [p. 366] εἴσιμεν ἐς τὸν λαβύρινθον ἕκαστον, ὡς ἔχειν ἀπραγμόνως μηρυόμενοι αὐτὸ ἐξιέναι

Ἑρμότιμος
τίς οὖν ἂν ἡμῖν Ἀριάδνη γένοιτ᾽ ἂν πόθεν τοῦ λίνου εὐπορήσομεν;

Λυκῖνος
θάρρει, ἑταῖρε: δοκῶ γάρ μοι εὑρηκέναι οὗτινος ἐχόμενοι ἐξέλθοιμεν ἄν.

Ἑρμότιμος
τί οὖν τοῦτό ἐστιν;

Λυκῖνος
οὐκ ἐμὸν ἐρῶ, ἀλλά τινος τῶν σοφῶν, τὸνῆφε καὶ μέμνησο ἀπιστεῖν:’ ἢν γὰρ μὴ ῥᾳδίως πιστεύωμεν ἀκούοντες, ἀλλὰ δικαστικῶς αὐτὸ ποιῶμεν ἀπολιπόντες καὶ τοῖς ἑξῆς λόγον, ἴσως εὐμαρῶς ἂν τοὺς λαβυρίνθους ἐκφύγοιμεν.

Ἑρμότιμος
εὖ λέγεις, καὶ τοῦτο ποιῶμεν.

Λυκῖνος

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: