previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[6] ὅμως οὐκ ἔφησθα ὁπόσον, ὡς χρόνῳ περιλαβεῖν.

Ἑρμότιμος
οὐδ᾽ αὐτὸς γὰρ οἶδα, Λυκῖνε, τἀκριβές: εἰκάζω μέντοι οὐ πλείω τῶν εἴκοσιν ἐτῶν ἔσεσθαι, μεθ᾽ πάντως που ἐπὶ τῷ ἄκρῳ ἐσόμεθα. [p. 338]

Λυκῖνος
Ἡράκλεις, πολὺ λέγεις.

Ἑρμότιμος
καὶ γὰρ περὶ μεγάλων, Λυκῖνε, οἱ πονοι.

Λυκῖνος
τοῦτο μὲν ἴσως ἀληθές: ὑπὲρ δὲ τῶν εἴκοσιν ἐτῶν, ὅτι βιώσῃ τοσαῦτα, πότερον διδάσκαλός σου καθυπέσχετο, οὐ μόνον σοφός, ἀλλὰ καὶ μαντικὸς ὢν χρησμολόγος τις ὅσοι τὰς Χαλδαίων μεθόδους ἐπίστανται; φασὶ γοῦν εἰδέναι τὰ τοιαῦτα: οὐ γὰρ δὴ σέ γε εἰκὸς ἐπὶ τῷ ἀδήλῳ, εἰ βιώσῃ μέχρι πρὸς τὴν ἀρετήν, τοσούτους πόνους ἀνέχεσθαι καὶ ταλαιπωρεῖν νύκτωρ καὶ μεθ᾽ ἡμέραν οὐκ εἰδότα, εἴ σε πλησίον ἤδη τοῦ ἄκρου γενόμενον τὸ χρεὼν ἐπιστὰν κατασπάσει λαβόμενον τοῦ ποδὸς ἐξ ἀτελοῦς τῆς ἐπίδος.

Ἑρμότιμος
ἄπαγε: δύσφημα γὰρ ταῦτα, Λυκῖνε. ἀλλ᾽ εἴη βιῶναι, ὡς μίαν γοῦν ἡμέραν εὐδαιμονήσω σοφὸς γενόμενος.

Λυκῖνος
καὶ ἱκανή σοι ἀντὶ τῶν τοσούτων καμάτων μία ἡμέρα;

Ἑρμότιμος
ἐμοὶ μὲν καὶ ἀκαριαῖον ὁπόσον ἱκανόν.

Λυκῖνος

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: