[69]
ὡς εἴ γέ τινα εὕροις διδάσκαλον, ὃς ἀποδείξεως
πέρι καὶ τῆς τῶν ἀμφισβητουμένων διακρίσεως τέχνην
τινὰ εἰδὼς διδάξειέ σε, παύσῃ δηλαδὴ πράγματα
ἔχων: αὐτίκα γάρ σοι τὸ βέλτιστον φανεῖται καὶ τἀληθὲς
[p. 380]
ὑπαχθὲν τῇ ἀποδεικτικῇ ταύτῃ τέχνῃ καὶ τὸ ψεῦδος ἐλεγχθήσεται,
καὶ σὺ βεβαίως ἑλόμενος καὶ κρίνας φιλοσοφήσεις
καὶ τὴν τριπόθητον εὐδαιμονίαν κτησάμενος
βιώσῃ μετ᾽ αὐτῆς ἅπαντα συλλήβδην ἔχων τἀγαθά.
Ἑρμότιμος
εὖ γε, ὦ Λυκῖνε: παρὰ πολὺ γὰρ ταῦτ᾽ ἀμείνω
καὶ ἐλπίδος οὐ μικρᾶς ἐχόμενα λέγεις, καὶ ζητητέος,
ὡς ἔοικεν, ἡμῖν ἀνήρ τις τοιοῦτος, διαγνωστικούς τε καὶ
διακριτικοὺς ποιήσων ἡμᾶς καὶ τὸ μέγιστον, ἀποδεικτικούς:
ὡς τά γε μετὰ ταῦτα ῥᾴδια ἤδη καὶ ἀπράγμονα
καὶ οὐ πολλῆς διατριβῆς δεόμενα. καὶ ἔγωγε ἤδη χάριν
οἶδά σοι ἐξευρόντι σύντομόν τινα ταύτην ἡμῖν καὶ ἀρίστην ὁδόν.
Λυκῖνος
καὶ μὴν οὐδέπω χάριν ἄν μοι εἰδείης εἰκότως:
οὐδὲν γάρ σοι ἐξευρηκὼς ἔδειξα, ὡς ἐγγυτέρω σε ποιήσειν
τῆς ἐλπίδος, τὸ δὲ πολὺ πορρωτέρω γεγόναμεν ἢ
πρότερον ἦμεν καὶ κατὰ τοὺς παροιμιαζομένους ‘πολλὰ
μοχθήσαντες ὁμοίως ἐσμέν.’
Ἑρμότιμος
πῶς τοῦτο φής; πάνυ γὰρ λυπηρόν τι καὶ
δύσελπι ἐρεῖν ἔοικας.
Λυκῖνος
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.