previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[22] ἐσθὴς ἐπὶ τούτοις
ἁλουργὶς καὶ βίος οἷος ἁβρότατος, ὕπνος ἐφ᾽ ὅσον ἥδιστος,
φίλων πρόσοδοι καὶ δεήσεις καὶ τὸ ἅπαντας ὑποπτήσσειν
καὶ προσκυνεῖν, καὶ οἱ μὲν ἕωθεν πρὸς ταῖς
θύραις ἄνω καὶ κάτω περιπατήσουσιν, ἐν αὐτοῖς δὲ καὶ
Κλεαίνετος καὶ Δημόκριτος οἱ πάνυ, καὶ προσελθοῦσί γε
αὐτοῖς καὶ πρὸ τῶν ἄλλων εἰσδεχθῆναι ἀξιοῦσι θυρωροὶ
ἑπτὰ ἐφεστῶτες, εὐμεγέθεις βάρβαροι, προσαραξάτωσαν
ἐς τὸ μέτωπον εὐθὺ τὴν θύραν, οἷα νῦν αὐτοὶ ποιοῦσιν.
ἐγὼ δέ, ὁπόταν δόξῃ, προκύψας ὥσπερ ἥλιος ἐκείνων [p. 223]
μεν οὐδὲ ἐπιβλέψομαι ἐνίους, εἰ δέ τις πένης, οἷος ἦν
ἐγὼ πρὸ τοῦ θησαυροῦ, φιλοφρονήσομαι τοῦτον καὶ λουσάμενον
ἥκειν κελεύσω τὴν ὥραν ἐπὶ τὸ δεῖπνον. οἱ δὲ
ἀποπνιγήσονται οἱ πλούσιοι ὁρῶντες ὀχήματα, ἵππους
καὶ παῖδας ὡραίους ὅσον δισχιλίους, ἐξ ἁπάσης ἡλικίας
τι περ τὸ ἀνθηρότατον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: