Δωρίων
νῦν με ἀποκλείεις, ὦ Μυρτάλη, νῶν, ὅτε
πένης ἐγενόμην διὰ σέ, ὅτε δέ σοι τὰ τοσαῦτα ἐκόμιζον,
ἐρώμενος, ἀνήρ, δεσπότης, πάντ᾽ ἦν ἐγώ. ἐπεὶ δ᾽ ἐγὼ
μὲν αὖος ἤδη ἀκριβῶς, σὺ δὲ τὸν Βιθυνὸν ἔμπορον εὕρηκας
ἐραστήν, ἀποκλείομαι μὲν ἐγὼ καὶ πρὸ τῶν θυρῶν
ἕστηκα δακρύων, ὁ δὲ τῶν νυκτῶν φιλεῖται καὶ μόνος ἔνδον
ἐστὶ καὶ παννυχίζεται, καὶ κυεῖν φὴς ἀπ᾽ αὐτοῦ.
Μυρτάλη
ταῦτά με ἀποπνίγει, Δωρίων, καὶ μάλιστα
ὁπόταν λέγῃς ὡς πολλὰ ἔδωκας καὶ πένης γεγένησαι
δἰ ἐμέ. λόγισαι γοῦν ἅπαντα ἐξ ἀρχῆς ὁπόσα μοι ἐκόμισας.
Δωρίων
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.