previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[9] Πάνυ γοῦν ἄδηλόν ἐστι τὸ κατὰ σφᾶς αὐτοὺς
ἐφ̓ ἡμῶν λεγόμενον. ἀλλὰ τοῦτο μὲν δῆλον: σὲ δὲ
οὐδεὶς ἂν θεῶν ἀγνοοῦντα παύσειε πλήν γε Ἀπόλλων.
μαντεύεται γοῦν ἐκεῖνος πᾶσι τοῖς ἐρωτῶσι, σὺ δὲ οὐδὲ [p. 577]
τὸν μαντευόμενον κατενόησας.

σολοικιστής

Μὰ τοὺς θεούς, οὐ γὰρ ἔμαθον.

Λυκῖνος

Εἰ ἄρα καθ̓ εἷς λανθάνει σε περιιών;

σολοικιστής

Ἐοίκασί γε.

Λυκῖνος

δὲ καθ̓ εἷς πῶς παρῆλθεν;

σολοικιστής

Οὐδὲ τοῦτο ἔμαθον.

Λυκῖνος

Οἶσθα δέ τινα μνηστευόμενον αὑτῷ γάμον;

σολοικιστής

Τί οὖν τοῦτο; [p. 578]

Λυκῖνος

Ὅτι σολοικίζειν ἀνάγκη τὸν μνηστευόμενον αὑτῷ.

σολοικιστής

Τί οὖν πρὸς τοὐμὸν πρᾶγμα, εἰ σολοικίζει τις μνηστευόμενος;

Λυκῖνος

Ὅτι ἀγνοεῖ φάσκων εἰδέναι. καὶ τὸ μὲν οὕτως [p. 408]
ἔχει. εἰ δέ τις λέγοι σοι παρελθὼν ὡς ἀπολίποι τὴν
γυναῖκα, ἆῤ ἂν ἐπιτρέποις αὐτῷ;

σολοικιστής

Τί γὰρ οὐκ ἂν ἐπιτρέποιμι, εἰ φαίνοιτο ἀδικούμενος;

Λυκῖνος

Εἰ δὲ σολοικίζων φαίνοιτο, ἐπιτρέποις ἂν αὐτῷ τοῦτο;

σολοικιστής

Οὐκ ἔγωγε. [p. 579]

Λυκῖνος

Ὀρθῶς γὰρ λέγεις: οὐ γὰρ ἐπιτρεπτέον σολοικίζοντι
τῷ φίλῳ, ἀλλὰ διδακτέον ὅπως τοῦτο μὴ τείσεται.
καὶ εἴ τίς γε νῦν ψοφοίη τὴν θύραν ἐσιὼν ἐξιὼν
κόπτοι, τί φήσομέν σε πεπονθέναι;

σολοικιστής

Ἐμὲ μὲν οὐδέν, ἐκεῖνον δὲ ἐπεσελθεῖν βούλεσθαι ἐξιέναι.

Λυκῖνος

Σὲ δὲ ἀγνοοῦντα τὸν κόπτοντα ψοφοῦντα
οὐδὲν ὅλως πεπονθέναι δόξομεν ἀπαίδευτον ὄντα;

σολοικιστής

Ὑβριστὴς εἶ.

Λυκῖνος

Τί λέγεις; ὑβριστὴς ἐγώ; νῦν δὴ γενήσομαί
[p. 580] σοι διαλεγόμενος. ἔοικε δὲ σολοικίσαι τὸ νῦν δὴ γενήσομαι,
σὺ δ̓ οὐκ ἔγνως.

σολοικιστής

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: