previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ὡς δὴ ταῦτ᾽ ἤκουσαν οἱ νεανίαι, μεταστάντες ἑτέρωσε καὶ διαλεχθέντες ὀλίγα πρὸς ἀλλήλους προσέρχονται πάλιν ἀποκρινούμενοι καὶ λέγει ὑπὲρ ἁπάντων πρεσβύτατος τοιάδε: εἰ μὲν ἐλευθέροις ἡμῖν οὖσι καὶ κυρίοις τῆς ἰδίας γνώμης ἐξουσίαν παρεῖχες, Τύλλε, βουλεύσασθαι περὶ τοῦ πρὸς τοὺς ἀνεψιοὺς ἀγῶνος, οὐθὲν ἔτι διαμελλήσαντες ἀπεκρινάμεθα ἄν σοι τοὺς ἑαυτῶν διαλογισμούς: ἐπειδὴ δὲ περίεστιν ἡμῖν πατήρ, οὗ χωρὶς οὐδὲ τἀλάχιστα λέγειν πράττειν ἀξιοῦμεν, αἰτούμεθά σε [p. 301] ὀλίγον ἀναδέξασθαι χρόνον τὴν ἀπόκρισιν ἡμῶν, ἕως τῷ πατρὶ διαλεχθῶμεν. [2] ἐπαινέσαντος δὲ τοῦ Τύλλου τὴν εὐσέβειαν αὐτῶν καὶ κελεύσαντος οὕτω ποιεῖν ἀπῄεσαν ὡς τὸν πατέρα. δηλώσαντες δὲ αὐτῷ τὰς προκλήσεις τοῦ Φουφεττίου καὶ οὓς Τύλλος διελέχθη λόγους καὶ τελευταίαν τὴν ἑαυτῶν ἀπόκρισιν ἠξίουν εἰπεῖν ἥντινα γνώμην αὐτὸς ἔχει. [3] δὲ ὑπολαβών, Ἀλλ᾽ εὐσεβὲς μέν, ἔφη, πρᾶγμα ποιεῖτε, παῖδες, τῷ πατρὶ ζῶντες καὶ οὐδὲν ἄνευ τῆς ἐμῆς γνώμης διαπραττόμενοι, καιρὸς δὲ καὶ ὑμᾶς αὐτοὺς ἤδη περὶ ὑμῶν τά γε τηλικαῦτα φαίνεσθαι φρονοῦντας. ὑπολαβόντες οὖν τὸν ἐμὸν βίον ἤδη τέλος ἔχειν φανερὸν ποιήσατέ μοι, τί δή ποτ᾽ ἂν αὐτοὶ προείλεσθε πράττειν ἄνευ τοῦ πατρὸς περὶ τῶν ἰδίων βουλευσάμενοι. [4] ἀποκρίνεται πρὸς αὐτὸν πρεσβύτατος τοιάδε: ἐδεξάμεθ᾽ ἄν, πάτερ, τὸν ὑπὲρ τῆς ἡγεμονίας ἀγῶνα καὶ πάσχειν ὑπεμείναμεν τι ἂν δοκῇ τῷ δαιμονίῳ: τεθνάναι γὰρ ἂν βουλοίμεθα μᾶλλον ζῆν ἀνάξιοι γενόμενοι σοῦ τε καὶ τῶν προγόνων. τὸ δὲ πρὸς τοὺς ἀνεψιοὺς συγγενὲς οὐχ ἡμεῖς πρότεροι λύσομεν, ἀλλ᾽ ὡς ὑπὸ τῆς τύχης διαλέλυται στέρξομεν. [5] εἰ γὰρ Κορατίοις ἔλαττον κρίνεται τοῦ καλοῦ τὸ συγγενές, οὐδὲ Ὁρατίοις τιμιώτερον φανήσεται τὸ γένος τῆς ἀρετῆς. δὲ πατὴρ ὡς ἔμαθε τὴν διάνοιαν αὐτῶν περιχαρὴς γενόμενος καὶ τὰς χεῖρας ἀνασχὼν εἰς τὸν οὐρανὸν πολλὰς ἔφη χάριτας εἰδέναι τοῖς [p. 302] θεοῖς, ὅτι παῖδας ἔδωκαν αὐτῷ γενέσθαι καλοὺς καὶ ἀγαθούς: ἔπειτα περιλαβὼν ἕκαστον αὐτῶν καὶ τὰς ἡδίστας ἀποδοὺς ἀσπασμῶν τε καὶ φιλημάτων φιλοφροσύνας, Ἔχετ᾽, ἔφη, καὶ τὴν ἐμὴν γνώμην, παῖδες ἀγαθοί, καὶ πορευθέντες ἀποκρίνασθε Τύλλῳ [6] τήν τ᾽ εὐσεβῆ καὶ καλὴν ἀπόκρισιν. οἱ μὲν δὴ χαίροντες ἐπὶ τῇ παρακελεύσει τοῦ πατρὸς ἀπῄεσαν καὶ προσελθόντες τῷ βασιλεῖ ἀναδέχονται τὸν ἀγῶνα, κἀκεῖνος συγκαλέσας τὴν βουλὴν καὶ πολλοὺς ἐπαίνους τῶν νεανίσκων διαθέμενος ἀποστέλλει πρέσβεις πρὸς τὸν Ἀλβανὸν τοὺς δηλώσοντας, ὅτι δέχονται Ῥωμαῖοι τὴν αἵρεσιν καὶ παρέξονται τοὺς Ὁρατίους διαγωνιουμένους ὑπὲρ τῆς ἀρχῆς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: