previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐστιν. ἄρξομαι δὲ ἀπὸ τῶν καλουμένων ἐντέχνων πίστεων καὶ χωρὶς ὑπὲρ ἑκάστου μέρους διαλέξομαι. τριχῇ δὴ [p. 31] νενεμημένων τούτων εἴς τε τὸ πρᾶγμα καὶ τὸ πάθος καὶ τὸ ἦθος τὰ μὲν ἐκ τοῦ πράγματος οὐδενὸς χεῖρον εὑρεῖν τε καὶ ἐξειπεῖν δύναται Λυσίας. καὶ γὰρ τοῦ εἰκότος ἄριστος ἀνὴρ εἰκαστὴς καὶ τοῦ παραδείγματος, πῇ τε ὅμοιον εἶναι πέφυκε καὶ πῇ διαφέρον, ἀκριβέστατος κριτὴς τά τε σημεῖα διελεῖν τὰ παρεπόμενα τοῖς πράγμασι καὶ εἰς τεκμηρίων δόξαν ἀγαγεῖν δυνατώτατος. καὶ τὰς ἐκ τῶν ἠθῶν γε πίστεις ἀξιολόγως πάνυ κατασκευάζειν ἔμοιγε δοκεῖ. πολλάκις μὲν γὰρ ἐκ τοῦ βίου καὶ τῆς φύσεως, πολλάκις δ᾽ ἐκ τῶν προτέρων πράξεων καὶ προαιρέσεων ἀξιόπιστα κατασκευάζει τὰ ἤθη. ὅταν δὲ μηδεμίαν ἀφορμὴν τοιαύτην λάβῃ παρὰ τῶν πραγμάτων, αὐτὸς ἠθοποιεῖ καὶ κατασκευάζει τὰ πρόσωπα τῷ λόγῳ πιστὰ καὶ χρηστά, προαιρέσεις τε αὐτοῖς ἀστείας ὑποτιθεὶς καὶ πάθη μέτρια προσάπτων καὶ λόγους ἐπιεικεῖς ἀποδιδοὺς καὶ ταῖς τύχαις ἀκόλουθα φρονοῦντας εἰσάγων καὶ ἐπὶ μὲν τοῖς ἀδίκοις ἀχθομένους καὶ λόγοις καὶ ἔργοις, τὰ δὲ δίκαια προαιρουμένους ποιῶν καὶ πάντα τὰ παραπλήσια τούτοις, ἐξ ὧν ἐπιεικὲς ἂν καὶ μέτριον ἦθος φανείη, κατασκευάζων. περὶ δὲ τὰ πάθη μαλακώτερός ἐστι καὶ οὔτε αὐξήσεις οὔτε δεινώσεις οὔτε οἴκτους οὔθ᾽ ὅσα τούτοις ἐστὶ παραπλήσια νεανικῶς πάνυ καὶ ἐρρωμένως κατασκευάσαι δυνατός. οὐ δεῖ δὴ ταῦτα [p. 32] ἐπιζητεῖν παρὰ Λυσίου. κἀν τοῖς ἐπιλόγοις δὲ τὸ μὲν ἀνακεφαλαιωτικὸν τῶν ῥηθέντων μέρος μετρίως τε καὶ χαριέντως ἀπαριθμεῖ, τὸ δὲ παθητικὸν ἐκεῖνο, ἐν παράκλησίς τε καὶ ἔλεος καὶ δέησις καὶ τὰ τούτοις ἀδελφὰ ἔνεστι, τοῦ προσήκοντος ἐνδεεστέρως ἀποδίδωσι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: