Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ξέρξης
ἰὼ ἰὼ δῆτα
ἴυγγ᾽ ἀγαθῶν ἑτάρων μοι ὑπομιμνήσκεις
990κινεῖς ἄλαστα στυγνὰ πρόκακα λέγων.
βοᾷ βοᾷ μοι μελέων ἔντοσθεν ἦτορ. Χορός
καὶ μὴν ἄλλους γε ποθοῦμεν,
Μάρδων ἀνδρῶν μυριοταγὸν
Ξάνθιν ἄρειόν τ᾽ Ἀγχάρην,
995Δίαιξίν τ᾽ ἠδ᾽ Ἀρσάκην
ἱππιάνακτας,
Κηγδαδάταν καὶ Λυθίμναν
Τόλμον τ᾽ αἰχμᾶς ἀκόρεστον.
ἔταφον ἔταφον,
1000οὐκ ἀμφὶ σκηναῖς
τροχηλάτοισιν ὄπιθεν δ᾽: ἑπομένους.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.