Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
οὐκ ἀκούσαις ἐπεθώυξας
280τοῦτο, Προμηθεῦ.
καὶ νῦν ἐλαφρῷ ποδὶ κραιπνόσυτον
θᾶκον προλιποῦσ᾽, αἰθέρα θ᾽ ἁγνὸν
πόρον οἰωνῶν, ὀκριοέσσῃ
χθονὶ τῇδε πελῶ, τοὺς σοὺς δὲ πόνους
285χρῄζω διὰ παντὸς ἀκοῦσαι.
Ὠκεανός
ἥκω δολιχῆς τέρμα κελεύθου
διαμειψάμενος πρὸς σέ, Προμηθεῦ,
τὸν πτερυγωκῆ τόνδ᾽ οἰωνὸν
γνώμῃ στομίων ἄτερ εὐθύνων:
290ταῖς σαῖς δὲ τύχαις, ἴσθι, συναλγῶ.
τὸ τε γάρ με, δοκῶ, συγγενὲς οὕτως
ἐσαναγκάζει,
χωρίς τε γένους οὐκ ἔστιν ὅτῳ
μείζονα μοῖραν νείμαιμ᾽ ἢ σοί.
295γνώσῃ δὲ τάδ᾽ ὡς ἔτυμ᾽, οὐδὲ μάτην
χαριτογλωσσεῖν ἔνι μοι: φέρε γὰρ
σήμαιν᾽ ὅ τι χρή σοι συμπράσσειν:
οὐ γάρ ποτ᾽ ἐρεῖς ὡς Ὠκεανοῦ
φίλος ἐστὶ βεβαιότερός σοι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.