Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
θεοὶ πολιάοχοι πάντες ἴτε χθονὸς:
110ἴδετε παρθένων
ἱκέσιον λόχον δουλοσύνας ὕπερ.
κῦμα γὰρ περὶ πτόλιν δοχμολόφων ἀνδρῶν
115καχλάζει πνοαῖς Ἄρεος ὀρόμενον.
ἀλλ᾽, ὦ Ζεῦ † πάτερ παντελές,
πάντως ἄρηξον δαΐων ἅλωσιν.
120Ἀργέιοι δὲ πόλισμα Κάδμου
κυκλοῦνται: φόβος δ᾽ ἀρῄων ὅπλων
δονεῖ, διὰ δέ τοι γενύων ἱππίων
κινύρονται φόνον χαλινοί.
ἑπτὰ δ᾽ ἀγάνορες πρέποντες στρατοῦ
125δορυσσοῖς σαγαῖς πύλαις ἑβδόμαις
*
προσίστανται πάλῳ λαχόντες.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.